1Then Sisinnes the governor of Celosyria and Phenice, and Sathrabuzanes, with their companions following the commandments of king Darius,
τότε σισίννης ὁ ἔπαρχος κοίλης συρίας καὶ φοινίκης καὶ σαθραβουζάνης καὶ οἱ συνέταιροι κατακολουθήσαντες τοῖς ὑπὸ τοῦ βασιλέως δαρείου προσταγεῖσιν
2Did very carefully oversee the holy works, assisting the ancients of the Jews and governors of the temple.
ἐπεστάτουν τῶν ἱερῶν ἔργων ἐπιμελέστερον συνεργοῦντες τοῖς πρεσβυτέροις τῶν ιουδαίων καὶ ἱεροστάταις
3And so the holy works prospered, when Aggeus and Zacharias the prophets prophesied.
καὶ εὔοδα ἐγίνετο τὰ ἱερὰ ἔργα προφητευόντων αγγαιου καὶ ζαχαριου τῶν προφητῶν
4And they finished these things by the commandment of the Lord God of Israel, and with the consent of Cyrus, Darius, and Artexerxes, kings of Persia.
καὶ συνετέλεσαν ταῦτα διὰ προστάγματος τοῦ κυρίου θεοῦ ισραηλ
5And thus was the holy house finished in the three and twentieth day of the month Adar, in the sixth year of Darius king of the Persians
καὶ μετὰ τῆς γνώμης κύρου καὶ δαρείου καὶ ἀρταξέρξου βασιλέως περσῶν συνετελέσθη ὁ οἶκος ὁ ἅγιος ἕως τρίτης καὶ εἰκάδος μηνὸς αδαρ τοῦ ἕκτου ἔτους βασιλέως δαρείου
6And the children of Israel, the priests, and the Levites, and others that were of the captivity, that were added unto them, did according to the things written in the book of Moses.
καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ καὶ οἱ ἱερεῖς καὶ οἱ λευῖται καὶ οἱ λοιποὶ οἱ ἐκ τῆς αἰχμαλωσίας οἱ προστεθέντες ἀκολούθως τοῖς ἐν τῇ μωυσέως βίβλῳ
7And to the dedication of the temple of the Lord they offered an hundred bullocks two hundred rams, four hundred lambs;
καὶ προσήνεγκαν εἰς τὸν ἐγκαινισμὸν τοῦ ἱεροῦ τοῦ κυρίου ταύρους ἑκατόν κριοὺς διακοσίους ἄρνας τετρακοσίους
8And twelve goats for the sin of all Israel, according to the number of the chief of the tribes of Israel.
χιμάρους ὑπὲρ ἁμαρτίας παντὸς τοῦ ισραηλ δώδεκα πρὸς ἀριθμὸν ἐκ τῶν φυλάρχων τοῦ ισραηλ δώδεκα
9The priests also and the Levites stood arrayed in their vestments, according to their kindreds, in the service of the Lord God of Israel, according to the book of Moses: and the porters at every gate.
καὶ ἔστησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἐστολισμένοι κατὰ φυλὰς ἐπὶ τῶν ἔργων τοῦ κυρίου θεοῦ ισραηλ ἀκολούθως τῇ μωυσέως βίβλῳ καὶ οἱ θυρωροὶ ἐφ' ἑκάστου πυλῶνος
10And the children of Israel that were of the captivity held the passover the fourteenth day of the first month, after that the priests and the Levites were sanctified.
καὶ ἠγάγοσαν οἱ υἱοὶ ισραηλ τῶν ἐκ τῆς αἰχμαλωσίας τὸ πασχα ἐν τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνός ὅτι ἡγνίσθησαν οἱ ἱερεῖς καὶ οἱ λευῖται ἅμα
11They that were of the captivity were not all sanctified together: but the Levites were all sanctified together.
καὶ πάντες οἱ υἱοὶ τῆς αἰχμαλωσίας οὐχ ἡγνίσθησαν ὅτι οἱ λευῖται ἅμα πάντες ἡγνίσθησαν
12And so they offered the passover for all them of the captivity, and for their brethren the priests, and for themselves.
καὶ ἔθυσαν τὸ πασχα πᾶσιν τοῖς υἱοῖς τῆς αἰχμαλωσίας καὶ τοῖς ἀδελφοῖς αὐτῶν τοῖς ἱερεῦσιν καὶ ἑαυτοῖς
13And the children of Israel that came out of the captivity did eat, even all they that had separated themselves from the abominations of the people of the land, and sought the Lord.
καὶ ἐφάγοσαν οἱ υἱοὶ ισραηλ οἱ ἐκ τῆς αἰχμαλωσίας πάντες οἱ χωρισθέντες ἀπὸ τῶν βδελυγμάτων τῶν ἐθνῶν τῆς γῆς ζητοῦντες τὸν κύριον
14And they kept the feast of unleavened bread seven days, making merry before the Lord,
καὶ ἠγάγοσαν τὴν ἑορτὴν τῶν ἀζύμων ἑπτὰ ἡμέρας εὐφραινόμενοι ἔναντι τοῦ κυρίου
15For that he had turned the counsel of the king of Assyria toward them, to strengthen their hands in the works of the Lord God of Israel.
ὅτι μετέστρεψεν τὴν βουλὴν τοῦ βασιλέως ἀσσυρίων ἐπ' αὐτοὺς κατισχῦσαι τὰς χεῖρας αὐτῶν ἐπὶ τὰ ἔργα κυρίου θεοῦ ισραηλ