Epistle of Polycarp to the Philippians 2
1“Wherefore, girding up your loins,” “serve the Lord in fear” and truth, as those who have forsaken the vain, empty talk and error of the multitude, and “believed in Him who raised up our Lord Jesus Christ from the dead, and gave Him glory,” and a throne at His right hand. To Him all things in heaven and on earth are subject. Him every spirit serves. He comes as the Judge of the living and the dead. His blood will God require of those who do not believe in Him. But He who raised Him up from the dead will raise up us also, if we do His will, and walk in His commandments, and love what He loved, keeping ourselves from all unrighteousness, covetousness, love of money, evil-speaking, false-witness; “not rendering evil for evil, or railing for railing,” or blow for blow, or cursing for cursing, but being mindful of what the Lord said in His teaching: “Judge not, that ye be not judged; forgive, and it shall be forgiven unto you; be merciful, that ye may obtain mercy; with what measure ye mete, it shall be measured to you again;” and once more, “Blessed are the poor, and those that are persecuted for righteousness’ sake, for theirs is the kingdom of God.”
Διὸ ἀναζωσάμενοι τὰς ὀσφύας δουλεύσατε τῷ Θεῷ ἐν φόβῳ καὶ ἀληθείᾳ, ἀπολιπόντες τὴν κενὴν ματαιολογίαν καὶ τὴν τῶν πολλῶν πλάνην, πιστεύσαντες εἰς τὸν ἐγείραντα τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ νεκρῶν καὶ δόντα αὐτῷ δόξαν καὶ θρόνον ἐκ δεξιῶν αὐτοῦ· ᾧ ὑπετάγη τὰ πάντα ἐπουράνια καὶ ἐπίγεια, ᾧ πᾶσα πνοὴ λατρεύει, ὃς ἔρχεται κριτὴς ζώντων καὶ νεκρῶν, οὗ τὸ αἷμα ἐκζητήσει ὁ Θεὸς ἀπὸ τῶν ἀπειθούντων αὐτῷ. 2. ὁ δὲ ἐγείρας αὐτὸν ἐκ νεκρῶν καὶ ἡμᾶς ἐγερεῖ, ἐὰν ποιῶμεν αὐτοῦ τὸ θέλημα καὶ πορευώμεθα ἐν ταῖς ἐντολαῖς αὐτοῦ καὶ ἀγαπῶμεν ἃ ἠγάπησεν, ἀπεχόμενοι πάσης ἀδικίας, πλεονεξίας, φιλαργυρίας, καταλαλιᾶς, ψευδομαρτυρίας· μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ ἢ λοιδορίαν ἀντὶ λοιδορίας ἢ γρόνθον ἀντὶ γρόνθου ἢ κατάραν ἀντὶ κατάρας, 3. μνημονεύοντες δὲ ὧν εἶπεν ὁ Κύριος διδάσκων· μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· ἀφίετε, καὶ ἀφεθήσεται ὑμῖν· ἐλεᾶτε, ἵνα ἐλεηθῆτε· ᾧ μέτρῳ μετρεῖτε, ἀντιμετρηθήσεται ὑμῖν· καὶ ὅτι μακάριοι οἱ πτωχοὶ καὶ οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ. (87403)
See also: Matthew 7:1