Shepherd of Hermas: Mandates 6

1“I gave you,” he said, “directions in the first commandment to attend to faith, and fear, and self-restraint.” “Even so, sir,” said I. And he said, “Now I wish to show you the powers of these, that you may know what power each possesses. For their powers are double, and have relation alike to the righteous and the unrighteous. Trust you, therefore, the righteous, but put no trust in the unrighteous. For the path of righteousness is straight, but that of unrighteousness is crooked. But walk in the straight and even way, and mind not the crooked. For the crooked path has no roads, but has many pathless places and stumbling-blocks in it, and it is rough and thorny. It is injurious to those who walk therein. But they who walk in the straight road walk evenly without stumbling, because it is neither rough nor thorny. You see, then, that it is better to walk in this road.” “I wish to go by this road,” said I. “You will go by it,” said he; “and whoever turns to the Lord with all his heart will walk in it.”
Ἐνετειλάμην σοι, φησίν, ἐν τῇ πρώτῃ ἐντολῇ ἵνα φυλάξῃς τὴν πίστιν καὶ τὸν φόβον καὶ τὴν ἐγκράτειαν. Ναί, φημί, κύριε. Ἀλλὰ νῦν θέλω σοι, φησί, δηλῶσαι καὶ τὰς δυνάμεις αὐτῶν, ἵνα νοήσῃς τίς αὐτῶν τίνα δύναμιν ἔχει καὶ ἐνέργειαν. διπλαῖ γάρ εἰσιν αἱ ἐνέργειαι αὐτῶν· κεῖνται οὖν ἐπὶ δικαίῳ καὶ ἀδίκῳ· σὺ οὖν πίστευε τῷ δικαίῳ, τῷ δὲ ἀδίκῳ μὴ πιστεύσῃς· τὸ γὰρ δίκαιον ὀρθὴν ὁδὸν ἔχει, τὸ δὲ ἄδικον στρεβλήν. ἀλλὰ σὺ τῇ ὀρθῇ ὁδῷ πορεύου [καὶ ὁμαλῇ], τὴν δὲ στρεβλὴν ἔασον. ἡ γὰρ στρεβλὴ ὁδὸς τρίβους οὐκ ἔχει, ἀλλ᾽ ἀνοδίας καὶ προσκόμματα πολλά, καὶ τραχεῖά ἐστι καὶ ἀκανθώδης. βλαβερὰ οὖν ἐστὶ τοῖς ἐν αὐτῇ πορευομένοις. οἱ δὲ τῇ ὀρθῇ ὁδῷ πορευόμενοι ὁμαλῶς περιπατοῦσι καὶ ἀπροσκόπτως· οὔτε γὰρ τραχεῖά ἐστιν οὔτε ἀκανθώδης. βλέπεις οὖν ὅτι συμφορώτερόν ἐστι ταύτῃ τῇ ὁδῷ πορεύεσθαι. Ἀρέσκει μοι, φημί, κύριε, ταύτῃ τῇ ὁδῷ πορεύεσθαι. Πορεύσῃ, φησί, καὶ ὃς ἂν ἐξ ὅλης καρδίας ἐπιστρέψῃ πρὸς Κύριον πορεύσεται ἐν αὐτῇ. (81269)
2“Hear now,” said he, “in regard to faith. There are two angels with a man—one of righteousness, and the other of iniquity.” And I said to him, “How, sir, am I to know the powers of these, for both angels dwell with me?” “Hear,” said he, “and understand them. The angel of righteousness is gentle and modest, meek and peaceful. When, therefore, he ascends into your heart, forthwith he talks to you of righteousness, purity, chastity, contentment, and of every righteous deed and glorious virtue. When all these ascend into your heart, know that the angel of righteousness is with you. These are the deeds of the angel of righteousness. Trust him, then, and his works. Look now at the works of the angel of iniquity. First, he is wrathful, and bitter, and foolish, and his works are evil, and ruin the servants of God. When, then, he ascends into your heart, know him by his works.” And I said to him, “How, sir, I shall perceive him, I do not know.” “Hear and understand,” said he. “When anger comes upon you, or harshness, know that he is in you; and you will know this to be the case also, when you are attacked by a longing after many transactions, and the richest delicacies, and drunken revels, and divers luxuries, and things improper, and by a hankering after women, and by overreaching, and pride, and blustering, and by whatever is like to these. When these ascend into your heart, know that the angel of iniquity is in you. Now that you know his works, depart from him, and in no respect trust him, because his deeds are evil, and unprofitable to the servants of God. These, then, are the actions of both angels. Understand them, and trust the angel of righteousness; but depart from the angel of iniquity, because his instruction is bad in every deed. For though a man be most faithful, and the thought of this angel ascend into his heart, that man or woman must sin. On the other hand, be a man or woman ever so bad, yet, if the works of the angel of righteousness ascend into his or her heart, he or she must do something good. You see, therefore, that it is good to follow the angel of righteousness, but to bid farewell to the angel of iniquity. “This commandment exhibits the deeds of faith, that you may trust the works of the angel of righteousness, and doing them you may live to God. But believe that the works of the angel of iniquity are hard. If you refuse to do them, you will live to God.”
Ἄκουε νῦν, φησί, περὶ τῆς πίστεως. δύο εἰσὶν ἄγγελοι μετὰ τοῦ ἀνθρώπου, εἷς τῆς δικαιοσύνης καὶ εἷς τῆς πονηρίας. Πῶς οὖν, φημί, κύριε, γνώσομαι τὰς αὐτῶν ἐνεργείας, ὅτι ἀμφότεροι ἄγγελοι μετ᾽ ἐμοῦ κατοικοῦσιν ; Ἄκουε, φησί, καὶ σύνιε αὐτάς. ὁ μὲν τῆς δικαιοσύνης ἄγγελος τρυφερός ἐστι καὶ αἰσχυντηρὸς καὶ πραῢς καὶ ἡσύχιος. ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, εὐθέως λαλεῖ μετὰ σοῦ περὶ δικαιοσύνης, περὶ ἁγνείας, περὶ σεμνότητος, περὶ αὐταρκείας, περὶ παντὸς ἔργου δικαίου καὶ περὶ πάσης ἀρετῆς ἐνδόξου. ταῦτα πάντα ὅταν εἰς τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς δικαιοσύνης μετὰ σοῦ ἐστί. [ταῦτα οὖν ἐστὶ τὰ ἔργα τοῦ ἀγγέλου τῆς δικαιοσύνης.] τούτῳ οὖν πίστευε καὶ τοῖς ἔργοις αὐτοῦ· ὅρα νῦν καὶ τοῦ ἀγγέλου τῆς πονηρίας τὰ ἔργα. πρῶτον πάντων ὀξύχολός ἐστι καὶ πικρὸς καὶ ἄφρων, καὶ τὰ ἔργα αὐτοῦ πονηρά, καταστρέφοντα τοὺς δούλους τοῦ Θεοῦ· ὅταν οὖν οὗτος ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γνῶθι αὐτὸν ἀπὸ τῶν ἔργων αὐτοῦ. Πῶς, φημί, κύριε, νοήσω αὐτόν, οὐκ ἐπίσταμαι. Ἄκουε, φησίν. ὅταν ὀξυχολία σοί τις προσπέσῃ ἡ πικρία, γίνωσκε ὅτι αὐτός ἐστιν ἐν σοί· εἶτα ἐπιθυμία πράξεων πολλῶν καὶ πολυτέλεια ἐδεσμάτων πολλῶν καὶ μεθυσμάτων καὶ κραιπαλῶν πολλῶν καὶ ποικίλων τρυφῶν καὶ οὐ δεόντων, καὶ ἐπιθυμία γυναικῶν καὶ πλεονεξία καὶ ὑπερηφανία καὶ ἀλαζονεία, καὶ ὅσα τούτοις παραπλήσιά ἐστι καὶ ὅμοια. ταῦτα οὖν ὅταν ἐπὶ τὴν καρδίαν σου ἀναβῇ, γίνωσκε ὅτι ὁ ἄγγελος τῆς πονηρίας ἐστὶ μετὰ σοῦ. σὺ οὖν ἐπιγνοὺς τὰ ἔργα αὐτοῦ ἀπόστα ἀπ᾽ αὐτοῦ καὶ μηδὲν αὐτῷ πίστευε, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά εἰσι καὶ ἀσύμφορα τοῖς δούλοις τοῦ Θεοῦ. ἔχεις οὖν ἀμφοτέρων τῶν ἀγγέλων τὰς ἐνεργείας· σύνιε αὐτὰς καὶ πίστευε τῷ ἀγγέλῳ τῆς δικαιοσύνης· ἀπὸ δὲ τοῦ ἀγγέλου τῆς πονηρίας ἀπόστηθι, ὅτι ἡ διδαχὴ αὐτοῦ πονηρά ἐστι παντὶ ἔργῳ· ἐὰν γὰρ ᾖ τις πιστὸς ἀνήρ, καὶ ἡ ἐνθύμησις τοῦ ἀγγέλου τούτου ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτοῦ, δεῖ τὸν ἄνδρα ἐκεῖνον ἢ τὴν γυναῖκα ἐξαμαρτῆσαί τι. ἐὰν δὲ πάλιν πονηρότατός τις ᾖ ἀνὴρ ἢ γυνή, καὶ ἀναβῇ ἐπὶ τὴν καρδίαν αὐτοῦ τὰ ἔργα τοῦ ἀγγέλου τῆς δικαιοσύνης, ἐξ ἀνάγκης δεῖ αὐτὸν ἀγαθόν τι ποιῆσαι. βλέπεις οὖν, φησίν, ὅτι καλόν ἐστι τῷ ἀγγέλῳ τῆς δικαιοσύνης ἀκολουθεῖν, τῷ δὲ ἀγγέλῳ τῆς πονηρίας ἀποτάξασθαι. τὰ μὲν περὶ τῆς πίστεως αὕτη ἡ ἐντολὴ δηλοῖ, ἵνα τοῖς ἔργοις τοῦ ἀγγέλου τῆς δικαιοσύνης πιστεύσῃς, καὶ ἐργασάμενος αὐτὰ ζήσῃ τῷ Θεῷ. πίστευε δὲ ὅτι τὰ ἔργα τοῦ ἀγγέλου τῆς πονηρίας χαλεπά ἐστι· μὴ ἐργαζόμενος οὖν αὐτὰ ζήσῃ τῷ Θεῷ. (220080)