Ignatius to the Trallians 3

1I SALUTE you from Smyrna, together with the churches of God that are present with me; who have refreshed me in all things, both in the flesh and in the spirit.
Ἀσπάζομαι ὑμᾶς ἀπὸ Σμύρνης, ἅμα ταῖς συμπαρούσαις μοι ἐκκλησίαις τοῦ Θεοῦ, οἳ κατὰ πάντα με ἀνέπαυσαν σαρκί τε καὶ πνεύματι. (9553)
2My bonds, which I carry about me for the sake of Christ, beseeching him that I may attain unto God) exhort you, that you continue in concord among yourselves and in prayer with one another.
παρακαλεῖ ὑμᾶς τὰ δεσμά μου, ἃ ἕνεκεν Ἰησοῦ Χριστοῦ περιφέρω, αἰτούμενος Θεοῦ ἐπιτυχεῖν· διαμένετε ἐν τῇ ὁμονοίᾳ ὑμῶν καὶ τῇ μετ᾽ ἀλλήλων προσευχῇ. (14624)
3For it becomes every one of you, especially the presbyters, to refresh the bishop, to the honour of the Father of Jesus Christ and of the Apostles.
πρέπει γὰρ ὑμῖν τοῖς καθ᾽ ἕνα, ἐξαιρέτως καὶ τοῖς πρεσβυτέροις, ἀναψύχειν τὸν ἐπίσκοπον εἰς τιμὴν πατρὸς [καὶ εἰς τιμὴν] Ἰησοῦ Χριστοῦ καὶ τῶν ἀποστόλων. (15114)
4I beseech you, that you hearken to me in love; that I may not by those things which I write, rise up in witness against you.
εὔχομαι ὑμᾶς ἐν ἀγάπῃ ἀκοῦσαί μου, ἵνα μὴ εἰς μαρτύριον ὦ [ἐν] ὑμῖν γράψας. (6882)
5Pray also for me; who through the mercy of God stand in need of your prayers, that I may be worthy of the portion which I am about to obtain that I be not found a reprobate.
καὶ περὶ ἐμοῦ δὲ προσεύχεσθε, τῆς ἀφ᾽ ὑμῶν ἀγάπης χρῄζοντος ἐν τῷ ἐλέει τοῦ Θεοῦ, εἰς τὸ καταξιωθῆναί με τοῦ κλήρου οὗπερ ἔγκειμαι ἐπιτυχεῖν, ἵνα μὴ ἀδόκιμος εὑρεθῶ. (16235)
6The love of those who are at Smyrna and Ephesus salute you. Remember in your prayers the church of Syria, from which I am not worthy to be called, being one of the least of it.
Ἀσπάζεται ὑμᾶς ἡ ἀγάπη Σμυρναίων καὶ Ἐφεσίων. μνημονεύετε ἐν ταῖς προσευχαῖς ὑμῶν τῆς ἐν Συρίᾳ ἐκκλησίας· ὅθεν [καὶ] οὐκ ἄξιός εἰμι λέγεσθαι, ὢν ἔσχατος ἐκείνων. (15352)
7Fare ye well in Jesus Christ; being subject to your bishop as to the command of God; and so likewise to the presbytery.
ἔρρωσθε ἐν Ἰησοῦ Χριστῷ, ὑποτασσόμενοι τῷ ἐπισκόπῳ ὡς τῇ ἐντολῇ, ὁμοίως καὶ τῷ πρεσβυτερίῳ· (13927)
8Love every one his brother with an unfeigned heart. My soul be your expiation, not only now, but when I shall have attained unto God; for I am yet under danger.
καὶ οἱ κατ᾽ ἄνδρα ἀλλήλους ἀγαπᾶτε ἐν ἀμερίστῳ καρδίᾳ. ἀγνίζεται ὑμῶν τὸ ἐμὸν πνεῦμα, οὐ μόνον νῦν ἀλλὰ καὶ ὅταν Θεοῦ ἐπιτύχω. ἔτι γὰρ ὑπὸ κίνδυνόν εἰμι· (12314)
9But the Father is faithful in Jesus Christ, to fulfil both mine and your petition; in whom may ye be found unblamable. To the Trallians.
ἀλλὰ πιστὸς ὁ πατὴρ ἐν Ἰησοῦ Χριστῷ πληρῶσαί μου τὴν αἴτησιν καὶ ὑμῶν· ἐν ᾧ εὑρεθείημεν ἄμωμοι. (10684)