Song of the Three Holy Children 1

1And they walked in the midst of the fire, praising God, and blessing the Lord.
οὕτως οὖν προσηύξατο ανανιας καὶ αζαριας καὶ μισαηλ καὶ ὕμνησαν τῷ κυρίῳ ὅτε αὐτοὺς ὁ βασιλεὺς προσέταξεν ἐμβληθῆναι εἰς τὴν κάμινον
2Then Azarias stood up, and prayed on this manner; and opening his mouth in the midst of the fire said,
στὰς δὲ αζαριας προσηύξατο οὕτως καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ ἐξωμολογεῖτο τῷ κυρίῳ ἅμα τοῖς συνεταίροις αὐτοῦ ἐν μέσῳ τῷ πυρὶ ὑποκαιομένης τῆς καμίνου ὑπὸ τῶν χαλδαίων σφόδρα καὶ εἶπαν
3Blessed art thou, O Lord God of our fathers: thy name is worthy to be praised and glorified for evermore:
εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας
4For thou art righteous in all the things that thou hast done to us: yea, true are all thy works, thy ways are right, and all thy judgments truth.
ὅτι δίκαιος εἶ ἐπὶ πᾶσιν οἷς ἐποίησας ἡμῖν καὶ πάντα τὰ ἔργα σου ἀληθινά καὶ αἱ ὁδοί σου εὐθεῖαι καὶ πᾶσαι αἱ κρίσεις σου ἀληθιναί
5In all the things that thou hast brought upon us, and upon the holy city of our fathers, even Jerusalem, thou hast executed true judgment: for according to truth and judgment didst thou bring all these things upon us because of our sins.
καὶ κρίματα ἀληθείας ἐποίησας κατὰ πάντα ἃ ἐπήγαγες ἡμῖν καὶ ἐπὶ τὴν πόλιν σου τὴν ἁγίαν τὴν τῶν πατέρων ἡμῶν ιερουσαλημ διότι ἐν ἀληθείᾳ καὶ κρίσει ἐποίησας πάντα ταῦτα διὰ τὰς ἁμαρτίας ἡμῶν
6For we have sinned and committed iniquity, departing from thee.
ὅτι ἡμάρτομεν ἐν πᾶσι καὶ ἠνομήσαμεν ἀποστῆναι ἀπὸ σοῦ καὶ ἐξημάρτομεν ἐν πᾶσι καὶ τῶν ἐντολῶν τοῦ νόμου σου οὐχ ὑπηκούσαμεν
7In all things have we trespassed, and not obeyed thy commandments, nor kept them, neither done as thou hast commanded us, that it might go well with us.
οὐδὲ συνετηρήσαμεν οὐδὲ ἐποιήσαμεν καθὼς ἐνετείλω ἡμῖν ἵνα εὖ ἡμῖν γένηται
8Wherefore all that thou hast brought upon us, and every thing that thou hast done to us, thou hast done in true judgment.
καὶ νῦν πάντα ὅσα ἡμῖν ἐπήγαγες καὶ πάντα ὅσα ἐποίησας ἡμῖν ἐν ἀληθινῇ κρίσει ἐποίησας
9And thou didst deliver us into the hands of lawless enemies, most hateful forsakers of God, and to an unjust king, and the most wicked in all the world.
καὶ παρέδωκας ἡμᾶς εἰς χεῖρας ἐχθρῶν ἡμῶν ἀνόμων καὶ ἐχθίστων ἀποστατῶν καὶ βασιλεῖ ἀδίκῳ καὶ πονηροτάτῳ παρὰ πᾶσαν τὴν γῆν
10And now we cannot open our mouths, we are become a shame and reproach to thy servants, and to them that worship thee.
καὶ νῦν οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα αἰσχύνη καὶ ὄνειδος ἐγενήθη τοῖς δούλοις σου καὶ τοῖς σεβομένοις σε
11Yet deliver us not up wholly, for thy name’s sake, neither disannul thou thy covenant:
μὴ παραδῷς ἡμᾶς εἰς τέλος διὰ τὸ ὄνομά σου καὶ μὴ διασκεδάσῃς σου τὴν διαθήκην
12And cause not thy mercy to depart from us, for thy beloved Abraham’s sake, for thy servant Isaac’s sake, and for thy holy Israel’s sake;
καὶ μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀφ' ἡμῶν διὰ αβρααμ τὸν ἠγαπημένον ὑπὸ σοῦ καὶ διὰ ισαακ τὸν δοῦλόν σου καὶ ισραηλ τὸν ἅγιόν σου
13To whom thou hast spoken and promised, that thou wouldest multiply their seed as the stars of heaven, and as the sand that lieth upon the seashore.
ὡς ἐλάλησας πρὸς αὐτοὺς λέγων πληθῦναι τὸ σπέρμα αὐτῶν ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ καὶ ὡς τὴν ἄμμον τὴν παρὰ τὸ χεῖλος τῆς θαλάσσης
14For we, O Lord, are become less than any nation, and be kept under this day in all the world because of our sins.
ὅτι δέσποτα ἐσμικρύνθημεν παρὰ πάντα τὰ ἔθνη καί ἐσμεν ταπεινοὶ ἐν πάσῃ τῇ γῇ σήμερον διὰ τὰς ἁμαρτίας ἡμῶν
15Neither is there at this time prince, or prophet, or leader, or burnt offering, or sacrifice, or oblation, or incense, or place to sacrifice before thee, and to find mercy.
καὶ οὐκ ἔστιν ἐν τῷ καιρῷ τούτῳ ἄρχων καὶ προφήτης οὐδὲ ἡγούμενος οὐδὲ ὁλοκαύτωσις οὐδὲ θυσία οὐδὲ προσφορὰ οὐδὲ θυμίαμα οὐδὲ τόπος τοῦ καρπῶσαι ἐνώπιόν σου καὶ εὑρεῖν ἔλεος
16Nevertheless in a contrite heart and an humble spirit let us be accepted.
ἀλλ' ἐν ψυχῇ συντετριμμένῃ καὶ πνεύματι τεταπεινωμένῳ προσδεχθείημεν ὡς ἐν ὁλοκαυτώμασι κριῶν καὶ ταύρων καὶ ὡς ἐν μυριάσιν ἀρνῶν πιόνων
17Like as in the burnt offerings of rams and bullocks, and like as in ten thousands of fat lambs: so let our sacrifice be in thy sight this day, and grant that we may wholly go after thee: for they shall not be confounded that put their trust in thee.
οὕτω γενέσθω ἡμῶν ἡ θυσία ἐνώπιόν σου σήμερον καὶ ἐξιλάσαι ὄπισθέν σου ὅτι οὐκ ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σοί καὶ τελειώσαι ὄπισθέν σου
18And now we follow thee with all our heart, we fear thee, and seek thy face.
καὶ νῦν ἐξακολουθοῦμεν ἐν ὅλῃ καρδίᾳ καὶ φοβούμεθά σε καὶ ζητοῦμεν τὸ πρόσωπόν σου μὴ καταισχύνῃς ἡμᾶς
19Put us not to shame: but deal with us after thy lovingkindness, and according to the multitude of thy mercies.
ἀλλὰ ποίησον μεθ' ἡμῶν κατὰ τὴν ἐπιείκειάν σου καὶ κατὰ τὸ πλῆθος τοῦ ἐλέους σου
20Deliver us also according to thy marvellous works, and give glory to thy name, O Lord: and let all them that do thy servants hurt be ashamed;
καὶ ἐξελοῦ ἡμᾶς κατὰ τὰ θαυμάσιά σου καὶ δὸς δόξαν τῷ ὀνόματί σου κύριε
21And let them be confounded in all their power and might, and let their strength be broken;
καὶ ἐντραπείησαν πάντες οἱ ἐνδεικνύμενοι τοῖς δούλοις σου κακὰ καὶ καταισχυνθείησαν ἀπὸ πάσης δυναστείας καὶ ἡ ἰσχὺς αὐτῶν συντριβείη
22And let them know that thou art Lord, the only God, and glorious over the whole world.
γνώτωσαν ὅτι σὺ εἶ μόνος κύριος ὁ θεὸς καὶ ἔνδοξος ἐφ' ὅλην τὴν οἰκουμένην
23And the king’s servants, that put them in, ceased not to make the oven hot with rosin, pitch, tow, and small wood;
καὶ οὐ διέλιπον οἱ ἐμβάλλοντες αὐτοὺς ὑπηρέται τοῦ βασιλέως καίοντες τὴν κάμινον καὶ ἡνίκα ἐνεβάλοσαν τοὺς τρεῖς εἰς ἅπαξ εἰς τὴν κάμινον καὶ ἡ κάμινος ἦν διάπυρος κατὰ τὴν θερμασίαν αὐτῆς ἑπταπλασίως καὶ ὅτε αὐτοὺς ἐνεβάλοσαν οἱ μὲν ἐμβάλλοντες αὐτοὺς ἦσαν ὑπεράνω αὐτῶν οἱ δὲ ὑπέκαιον ὑποκάτωθεν αὐτῶν νάφθαν καὶ στιππύον καὶ πίσσαν καὶ κληματίδα
24So that the flame streamed forth above the furnace forty and nine cubits.
καὶ διεχεῖτο ἡ φλὸξ ἐπάνω τῆς καμίνου ἐπὶ πήχεις τεσσαράκοντα ἐννέα
25And it passed through, and burned those Chaldeans it found about the furnace.
καὶ διεξώδευσε καὶ ἐνεπύρισεν οὓς εὗρε περὶ τὴν κάμινον τῶν χαλδαίων
26But the angel of the Lord came down into the oven together with Azarias and his fellows, and smote the flame of the fire out of the oven;
ἄγγελος δὲ κυρίου συγκατέβη ἅμα τοῖς περὶ τὸν αζαριαν εἰς τὴν κάμινον καὶ ἐξετίναξε τὴν φλόγα τοῦ πυρὸς ἐκ τῆς καμίνου
27And made the midst of the furnace as it had been a moist whistling wind, so that the fire touched them not at all, neither hurt nor troubled them.
καὶ ἐποίησε τὸ μέσον τῆς καμίνου ὡσεὶ πνεῦμα δρόσου διασυρίζον καὶ οὐχ ἥψατο αὐτῶν καθόλου τὸ πῦρ καὶ οὐκ ἐλύπησε καὶ οὐ παρηνώχλησεν αὐτούς
28Then the three, as out of one mouth, praised, glorified, and blessed, God in the furnace, saying,
ἀναλαβόντες δὲ οἱ τρεῖς ὡς ἐξ ἑνὸς στόματος ὕμνουν καὶ ἐδόξαζον καὶ εὐλόγουν καὶ ἐξύψουν τὸν θεὸν ἐν τῇ καμίνῳ λέγοντες
29Blessed art thou, O Lord God of our fathers: and to be praised and exalted above all for ever.
εὐλογητὸς εἶ κύριε ὁ θεὸς τῶν πατέρων ἡμῶν καὶ αἰνετὸς καὶ ὑπερυψούμενος εἰς τοὺς αἰῶνας καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης σου τὸ ἅγιον καὶ ὑπεραινετὸν καὶ ὑπερυψωμένον εἰς πάντας τοὺς αἰῶνας
30And blessed is thy glorious and holy name: and to be praised and exalted above all for ever.
εὐλογημένος εἶ ἐν τῷ ναῷ τῆς ἁγίας δόξης σου καὶ ὑπερυμνητὸς καὶ ὑπερένδοξος εἰς τοὺς αἰῶνας
31Blessed art thou in the temple of thine holy glory: and to be praised and glorified above all for ever.
εὐλογητὸς εἶ ἐπὶ θρόνου τῆς βασιλείας σου καὶ ὑμνητὸς καὶ ὑπερυψωμένος εἰς τοὺς αἰῶνας
32Blessed art thou that beholdest the depths, and sittest upon the cherubims: and to be praised and exalted above all for ever.
εὐλογητὸς εἶ ὁ βλέπων ἀβύσσους καθήμενος ἐπὶ χερουβιμ καὶ αἰνετὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας
33Blessed art thou on the glorious throne of thy kingdom: and to be praised and glorified above all for ever.
34Blessed art thou in the firmament of heaven: and above all to be praised and glorified for ever.
εὐλογητὸς εἶ ἐν τῷ στερεώματι καὶ ὑμνητὸς καὶ δεδοξασμένος εἰς τοὺς αἰῶνας
35O all ye works of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πάντα τὰ ἔργα τοῦ κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
36O ye heavens, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε οὐρανοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
37O ye angels of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ἄγγελοι κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
38O all ye waters that be above the heaven, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ὕδατα πάντα τὰ ἐπάνω τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
39O all ye powers of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πᾶσαι αἱ δυνάμεις κυρίου τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
40O ye sun and moon, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ἥλιος καὶ σελήνη τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
41O ye stars of heaven, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ἄστρα τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
42O every shower and dew, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πᾶς ὄμβρος καὶ δρόσος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
43O all ye winds, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πάντα τὰ πνεύματα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
44O ye fire and heat, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πῦρ καὶ καῦμα τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
45O ye winter and summer, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ῥῖγος καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
46O ye dews and storms of snow, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε δρόσοι καὶ νιφετοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
47O ye nights and days, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πάγοι καὶ ψῦχος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
48O ye light and darkness, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πάχναι καὶ χιόνες τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
49O ye ice and cold, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε νύκτες καὶ ἡμέραι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
50O ye frost and snow, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε φῶς καὶ σκότος τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
51O ye lightnings and clouds, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ἀστραπαὶ καὶ νεφέλαι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
52O let the earth bless the Lord: praise and exalt him above all for ever.
εὐλογείτω ἡ γῆ τὸν κύριον ὑμνείτω καὶ ὑπερυψούτω αὐτὸν εἰς τοὺς αἰῶνας
53O ye mountains and little hills, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ὄρη καὶ βουνοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
54O all ye things that grow on the earth, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πάντα τὰ φυόμενα ἐπὶ τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
55O ye fountains, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε αἱ πηγαί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
56O ye seas and rivers, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε θάλασσαι καὶ ποταμοί τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
57O ye whales, and all that move in the waters, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε κήτη καὶ πάντα τὰ κινούμενα ἐν τοῖς ὕδασι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
58O all ye fowls of the air, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
59O all ye beasts and cattle, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε τετράποδα καὶ θηρία τῆς γῆς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
60O ye children of men, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε οἱ υἱοὶ τῶν ἀνθρώπων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
61O Israel, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ισραηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
62O ye priests of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ἱερεῖς τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
63O ye servants of the Lord, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε δοῦλοι τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
64O ye spirits and souls of the righteous, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε πνεύματα καὶ ψυχαὶ δικαίων τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
65O ye holy and humble men of heart, bless ye the Lord: praise and exalt him above all for ever.
εὐλογεῖτε ὅσιοι καὶ ταπεινοὶ καρδίᾳ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας
66O Ananias, Azarias, and Misael, bless ye the Lord: praise and exalt him above all for ever: for he hath delivered us from hell, and saved us from the hand of death, and delivered us out of the midst of the furnace and burning flame: even out of the midst of the fire hath he delivered us.
εὐλογεῖτε ανανια αζαρια μισαηλ τὸν κύριον ὑμνεῖτε καὶ ὑπερυψοῦτε αὐτὸν εἰς τοὺς αἰῶνας ὅτι ἐξείλετο ἡμᾶς ἐξ ᾅδου καὶ ἔσωσεν ἡμᾶς ἐκ χειρὸς θανάτου καὶ ἐρρύσατο ἡμᾶς ἐκ μέσου καιομένης φλογὸς καὶ ἐκ τοῦ πυρὸς ἐλυτρώσατο ἡμᾶς
67O give thanks unto the Lord, because he is gracious: for his mercy endureth for ever.
ἐξομολογεῖσθε τῷ κυρίῳ ὅτι χρηστός ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ
68O all ye that worship the Lord bless the God of gods, praise him, and give him thanks: for his mercy endureth for ever.
εὐλογεῖτε πάντες οἱ σεβόμενοι τὸν θεὸν τῶν θεῶν ὑμνεῖτε καὶ ἐξομολογεῖσθε ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ καὶ εἰς τὸν αἰῶνα τῶν αἰώνων