Testament of Dan 2
1OBSERVE, therefore, my children, the commandments of the Lord, and keep His law; depart from wrath, and hate lying, that the Lord may dwell among you, and Beliar may flee from you.
Φυλάξατε οὖν, τέκνα μου, τὴν ἐντολὴν τοῦ Κυρίου καὶ τὸν νόμον αὐτοῦ τηρήσατε· ἀπόστητε ἀπὸ τοῦ θυμοῦ, καὶ μισήσατε τὸ ψεῦδος, ἵνα Κύριος κατοικήσει ἐν ὑμῖν καὶ φεύξεται ἀφ’ ὑμῶν ὁ Βελίαρ. (18897)
2Speak truth each one with his neighbour. So shall ye not fall into wrath and confusion; but ye shall be in peace, having the God of peace, so shall no war prevail over you.
Ἀλήθειαν φθέγγεσθε ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ καὶ οὐ μὴ ἐμπέσητε εἰς μῆνιν καὶ ταραχάς, ἀλλ’ ἔσεσθε ἐν εἰρήνῃ ἔχοντες τὸν θεὸν τῆς εἰρήνης καὶ οὐ μὴ κατισχύσει ὑμῶν πόλεμος. (14411)
See also: Ephesians 4:25
4I know that in the last days ye shall depart from the Lord, and ye shall provoke Levi unto anger, and fight against Judah; but ye shall not prevail against them, for an angel of the Lord shall guide them both; for by them shall Israel stand.
Ἐγὼ οἶδα ὅτι ἐν ταῖς ἐσχάταις ἡμέραις ἀποστήσεσθε τοῦ Κυρίου, καὶ προσοχθιεῖτε τῷ Λευί, καὶ πρὸς τῷ Ἰουδὰ παρατάξεσθε, ἀλλ’ οὐ δυνήσεσθε πρὸς αὐτούς· ἄγγελος γὰρ Κυρίου ὁδηγεῖ ἑκατέρους, ὅτι ἐν αὐτοῖς στήσεται ὁ Ἰσραήλ. (20940)
5And whensoever ye depart from the Lord, ye shall walk in all evil and work the abominations of the Gentiles, going a-whoring after women of the lawless ones, while with all wickedness the spirits of wickedness work in you.
Καὶ ὡς ἂν ἀποστήσεσθε ἀπὸ Κυρίου, ἐν πάσῃ κακίᾳ πορευόμενοι ποιήσετε τὰ βδελύγματα τῶν ἐθνῶν ἐκπορνεύοντες ἐν γυναιξὶν ἀνόμων καὶ ἐν πάσῃ πονηρίᾳ ἐνεργούντων ἐν ὑμῖν τῶν πνευμάτων τῆς πονηρίας. (18426)
6For I have read in the book of Enoch, the righteous, that your prince is Satan, and that all the spirits of wickedness and pride will conspire to attend constantly on the sons of Levi, to cause them to sin before the Lord.
Ἀνέγνων γὰρ ἐν βίβλῳ Ἐνὼχ τοῦ δικαίου καὶ ἔγνων ὅτι ὁ ἄρχων ὑμῶν ὁ Σατανᾶς ἐστιν καὶ ὅτι τὰ πνεύματα τῆς πονηρίας καὶ τῆς ὑπερηφανίας ὑπακούσονται τοῦ παρεδρεύειν τοῖς υἱοῖς Λευί, τοῦ ποιεῖν αὐτοὺς ἐξαμαρτάνειν ἐνώπιον Κυρίου. (24731)
7And my sons will draw near to Levi, and sin with them in all things; and the sons of Judah will be covetous, plundering other men's goods like lions.
Καὶ οἱ ἐμοὶ υἱοὶ συνεγγίζοντές εἰσι τοῦ Λευὶ καὶ συναμαρτάνοντες αὐτοῖς ἐν πᾶσιν. οἱ δὲ υἱοὶ τοῦ Ἰούδα ἔσονται ἐν πλεονεξίᾳ ἁρπάζοντες ἀλλότρια ὡς λέοντες. (12497)
8Therefore shall ye be led away with them into captivity, and there shall ye receive all the plagues of Egypt, and all the evils of the Gentiles.
Καὶ διὰ τοῦτο ἀπαχθήσεσθε σὺν αὐτοῖς εἰς αἰχμαλωσίαν κἀκεῖ ἀπολήψεσθε πάσας τὰς πληγὰς Αἰγύπτου καὶ πάσας τὰς πονηρίας τῶν ἐθνῶν. (13223)
See also: Deuteronomy 28:60
10And there shall arise unto you from the tribe of Judah and of Levi the salvation of the Lord; and he shall make war against Beliar.
Καὶ ἀνατελεῖ ὑμῖν ἐκ τῆς φυλῆς Ἰούδα καὶ τοῦ Λευὶ τὸ σωτήριον Κυρίου αὐτὸς γὰρ ποιήσει πρὸς τὸν Βελίαρ πόλεμον καὶ τὴν ἐκδίκησιν τοῦ νίκους δώσει τοῖς πατράσιν ὑμῶν. (15931)
11And execute an everlasting vengeance on our enemies; and the captivity shall he take from Beliar the souls of the saints, and turn disobedient hearts unto the Lord, and give to them that call upon him eternal peace.
Καὶ τὴν αἰχμαλωσίαν λήψεται ἀπὸ τοῦ Βελίαρ, τὰς ψυχὰς τῶν ἁγίων καὶ ἐπιστρέψει καρδίας ἀπειθεῖς πρὸς Κύριον. καὶ δώσει τοῖς ἐπικαλουμένοις αὐτὸν εἰρήνην αἰώνιον. (16537)
12And the saints shall rest in Eden, and in the New Jerusalem shall the righteous rejoice, and it shall be unto the glory of God for ever.
Καὶ ἀναπαύσονται ἐν Ἐδὲμ ἅγιοι καὶ ἐπὶ τῆς νέας Ἱερουσαλὴμ εὐφρανθήσονται δίκαιοι ἥτις ἐστὶ δόξα θεοῦ αἰώνιος. (7774)
See also: Revelation 21:2
13And no longer shall Jerusalem endure desolation, nor Israel be led captive; for the Lord shall be in the midst of it [living amongst men], and the Holy One of Israel shall reign over it in humility and in poverty; and he who believeth on Him shall reign amongst men in truth.
Καὶ οὐκέτι ὑπομενεῖ Ἱερουσαλὴμ ἐρήμωσιν οὐδὲ αἰχμαλωτισθήσεται Ἰσραήλ, ὅτι Κύριος ἔσται ἐν μέσῳ αὐτῆς τοῖς ἀνθρώποις συναναστρεφόμενος καὶ ὁ Ἅγιος Ἰσραὴλ βασιλεύων ἐπ’ αὐτῆς ἐν ταπεινώσει καὶ πτωχείᾳ, καὶ ὁ πιστεύων ἐπ’ αὐτῷ βασιλεύσει ἐν τοῖς ἀνθρώποις ἐν ἀληθείᾳ. (27811)
14And now, fear the Lord, my children, and beware of Satan and his spirits.
Καὶ νῦν φοβήθητε τὸν Κύριον, τέκνα μου, καὶ προσέχετε ἑαυτοῖς ἀπὸ τοῦ Σατανᾶ καὶ τῶν πνευμάτων αὐτοῦ. (11323)
15Draw near unto God and unto the angel that intercedeth for you, for he is a mediator between God and man, and for the peace of Israel he shall stand up against the kingdom of the enemy.
Ἐγγίσατε τῷ θεῷ καὶ τῷ ἀγγέλῳ τῷ παραιτουμένῳ ὑμᾶς· ὅτι οὗτός ἐστι μεσίτης θεοῦ καὶ ἀνθρώπων καὶ ἐπὶ τῆς εἰρήνης τοῦ Ἰσραὴλ κατέναντι τῆς βασιλείας τοῦ θεοῦ στήσεται. (19231)
See also: 1 Timothy 2:5
16Therefore is the enemy eager to destroy all that call upon the Lord.
Διὰ τοῦτο σπουδάζει ὁ ἐχθρὸς ὑποσκελίζειν πάντας τοὺς ἐπικαλουμένους τὸν Κύριον. (7926)
17For he knoweth that upon the day on which Israel shall repent, the kingdom of the enemy shall be brought to an end.
Οἶδε γὰρ ὅτι ἐν ᾗ ἡμέρᾳ ἐπιστρέψει Ἰσραήλ, συντελεσθήσεται ἡ βασιλεία τοῦ ἐχθροῦ. (6498)
18For the very angel of peace shall strengthen Israel, that it fall not into the extremity of evil.
Αὐτὸς γὰρ ὁ ἄγγελος τῆς εἰρήνης ἐνισχύσει τὸν Ἰσραὴλ μὴ ἐμπεσεῖν αὐτὸν εἰς τέλος κακῶν. (7570)
19And it shall be in the time of the lawlessness of Israel, that the Lord will not depart from them, but will transform them into a nation that doeth His will, for none of the angels will be equal unto him.
Ἔσται δὲ ἐν καιρῷ τῆς ἀνομίας τοῦ Ἰσραὴλ (οὐκ ἔσται) ἀφιστάμενος ἀπ’ αὐτῶν ὁ Κύριος, καὶ μετελεύσεται ἐπ’ ἔθνει ζητοῦντι τὸ θέλημα αὐτοῦ, ὅτι οὐδεὶς τῶν ἀγγέλων ἔσται ἴσος αὐτῷ. (18278)
20And His name shall be in every place in Israel, and among the Gentiles.
Τὸ δὲ ὄνομα αὐτοῦ ἐν παντὶ τόπῳ Ἰσραὴλ καὶ ἐν τοῖς ἔθνεσιν. (4871)
21Keep, therefore, yourselves, my children, from every evil work, and cast away wrath and all lying, and love truth and long-suffering.
Διατηρήσατε οὖν ἑαυτούς, τέκνα μου, ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ ἀπορρίψατε ἀφ’ ὑμῶν τὸν θυμὸν καὶ τὸ ψεῦδος, καὶ ἀγαπήσατε τὴν ἀλήθειαν καὶ τὴν μακροθυμίαν. (14117)
22And the things which ye have heard from your father, do ye also impart to your children that the Saviour of the Gentiles may receive you; for he is true and long-suffering, meek and lowly, and teacheth by his works the law of God.
Καὶ ἃ ἠκούσατε παρὰ τοῦ πατρὸς ὑμῶν, μετάδοτε καὶ ὑμεῖς τοῖς τέκνοις ὑμῶν, ἵνα δέξηται ὑμᾶς ὁ Σωτὴρ τῶν ἐθνῶν· ἐστὶ γὰρ ἀληθὴς καὶ μακρόθυμος, πρᾶος καὶ ταπεινός, καὶ ἐκδιδάσκων διὰ τῶν ἔργων τὸν νόμον Κυρίου. (20619)
See also: Matthew 11:29
23Depart, therefore, from all unrighteousness, and cleave unto the righteousness of God, and your race will be saved for ever.
Ἀπόστητε οὖν ἀπὸ πάσης ἀδικίας καὶ κολλήθητε τῇ δικαιοσύνῃ τοῦ Θεοῦ, καὶ ἔσται τὸ γένος ὑμῶν εἰς σωτηρίαν ἕως τοῦ αἰῶνος. (12341)
24And bury me near my fathers.
Καὶ θάψατέ με ἐγγὺς τῶν πατέρων μου. (4699)
25And when he had said these things he kissed them, and fell asleep at a good old age.
Καὶ ταῦτα εἰπὼν καταφιλήσας αὐτοὺς ὕπνωσεν ὕπνῳ καλῷ. (8386)
27Nevertheless, Dan prophesied unto them that they should forget their God, and should be alienated from the land of their inheritance and from the race of Israel, and from the family of their seed.
Πλὴν οὖν προεφήτευσεν αὐτοῖς Δὰν ὅτι ἐπιλάθωνται τοῦ Θεοῦ αὐτῶν καὶ ἀλλοτριωθήσονται γῆς κλήρου αὐτῶν, καὶ γένους Ἰσραήλ, καὶ πατριὰς τοῦ σπέρματος αὐτῶν. (17486)