Testament of Joseph 2
1YE see, therefore, my children, how great things patience worketh, and prayer with fasting.
Ὁρᾶτε οὖν, τέκνα μου, πόσα κατεργάζεται ἡ ὑπομονὴ καὶ ἡ προσευχὴ μετὰ νηστείας. (6334)
2So ye too, if ye follow after chastity and purity with patience and prayer, with fasting in humility of heart, the Lord will dwell among you because He loveth chastity.
Οὕτως καὶ ὑμεῖς, ἐὰν τὴν σωφροσύνην καὶ τὴν ἁγνείαν μεταδιώκητε ἐν ὑπομονῇ καὶ προσευχῇ μετὰ νηστείας ἐν ταπεινώσει καρδίας, ὁ Κύριος κατοικήσει ἐν ὑμῖν, ὅτι ἀγαπᾷ τὴν σωφροσύνην. (17760)
3And wheresoever the Most High dwelleth, even though envy, or slavery, or slander befalleth a man, the Lord who dwelleth in him, for the sake of his chastity not only delivereth him from evil, but also exalteth him even as me.
Ὅπου δὲ κατοικεῖ ὁ ὕψιστος, κἂν φθόνος τις περιπέσῃ, κἂν δουλία, κἂν συκοφαντία, ὁ Κύριος κατοικῶν ἐπ' αὐτὸν διὰ τὴν σωφροσύνην οὐ μόνον ἐκ τῶν κακῶν ῥύεται αὐτόν, ἀλλὰ καὶ ὑψοῖ καὶ δοξάζει αὐτὸν ὡς κἀμέ. (20791)
4For in every way the man is lifted up, whether in deed, or in word, or in thought.
Πάντας γὰρ ἀνθρώπους ἢ ἐν ἔργῳ ἢ ἐν λόγῳ, ἢ ἐν διανοίᾳ συνέρχεται. (6263)
5My brethren knew how my father loved me, and yet I did not exalt myself in my mind: although I was a child, I had the fear of God in my heart; for I knew that all things would pass away.
Γινώσκουσιν οἱ ἀδελφοί μου πῶς ἠγάπησέ με ὁ πατήρ μου, καὶ οὐχὶ ὑψούμην ἐν τῇ διανοίᾳ μου, καίπερ νήπιος ὑπάρχων, εἶχον τὸν φόβον τοῦ θεοῦ ἐν τῇ καρδίᾳ μου· ᾔδειν γὰρ ὅτι πάντα παρελεύσεται. (18225)
6And I did not raise myself against them with evil intent, but I honoured my brethren; and out of respect for them, even when I was being sold, I refrained from telling the Ishmaelites that I was a son of Jacob, a great man and a mighty.
Καὶ οὐκ ἐπήρθην ἐν κακῷ ἀλλ' ἐτίμουν τοὺς ἀδελφούς μου, καὶ διὰ τὸν φόβον αὐτῶν καὶ πιπρασκόμενος ἐσιώπουν εἰπεῖν τοῖς Ἰσμαϊλίταις ὅτι υἱός εἰμι Ἰακὼβ ἀνδρὸς μεγάλου καὶ δικαίου. (15614)
7Do ye also, my children, have the fear of God in all your works before your eyes, and honour your brethren.
Καὶ ὑμεῖς οὖν, τέκνα μου, ἔχετε ἐν πάσῃ πράξει ὑμῶν πρὸ ὀφθαλμῶν ὑμῶν τὸν τοῦ θεοῦ φόβον, καὶ τιμᾶτε τοὺς ἀδελφοὺς ὑμῶν· (14460)
8For every one who doeth the law of the Lord shall be loved by Him.
πᾶς γὰρ ὁ ποιῶν νόμον Κυρίου ἀγαπηθήσεται ὑπ' αὐτοῦ. (5022)
9And when I came to the Indocolpitae with the Ishmaelites, they asked me, saying:
Ἐρχόμενος δὲ μετὰ τῶν Ἰσμαϊλιτῶν ἐπηρώτων με λέγοντες (6947)
10Art thou a slave? And I said that I was a home-born slave, that I might not put my brethren to shame.
Δοῦλος εἶ; Κἀγὼ εἶπον ὅτι δοῦλός εἰμι ἐξ οἴκου, ἵνα μὴ αἰσχύνω τοὺς ἀδελφούς μου. (8542)
11And the eldest of them said unto me: Thou art not a slave, for even thy appearance doth make it manifest.
Λέγει δέ μοι ὁ μείζων αὐτῶν· Οὐκ εἶ δοῦλος, ὅτι καὶ ἡ ὄψις σου δηλοῖ. (6185)
12But I said that I was their slave.
Ἐγὼ δὲ λέγω αὐτοῖς ὅτι δοῦλος αὐτῶν ὑπάρχω. (7322)
13Now when we came into Egypt they strove concerning me, which of them should buy me and take me.
Ὡς δὲ εἰς Αἴγυπτον ἐφθάσαμεν ἐμάχοντο περὶ ἐμοῦ τὸ τίς προδοὺς χρυσίου λάβῃ με. (8465)
14Therefore it seemed good to all that I should remain in Egypt with the merchant of their trade, until they should return bringing merchandise.
Διὸ πᾶσιν ἔδοξεν τοῦ εἶναι με εἰς Αἴγυπτον πρὸς τὸν μετάβολον τῆς ἐμπορίας αὐτῶν, ἕως ὅτου ἐπιστρέψουσιν φέροντες ἐμπορίαν. (12203)
15And the Lord gave me favour in the eyes of the merchant, and he entrusted unto me his house.
Ὁ δὲ Κύριος ἔδωκέ μοι χάριν ἐν ὀφθαλμοῖς τοῦ μεταβόλου καὶ ἐπίστευσέ μοι τὸν οἶκον αὐτοῦ. (8434)
17And I was with him three months and five days.
Καὶ ἤμην μετ' αὐτοῦ μῆνας τρεῖς. (2567)
18And about that time the Memphian woman, the wife of Pentephris came down in a chariot, with great pomp, because she had heard from her eunuchs concerning me.
Κατ' ἐκεῖνον δὲ τὸν καιρὸν κατῄει Μέμφις ἐν λαμπήνῃ ἡ γυνὴ τοῦ Πεντεφρὶ μετὰ δόξης πολλῆς, ὅτι ἤκουσε περὶ ἐμοῦ παρὰ τῶν εὐνούχων αὐτῆς. (12426)
19And she told her husband that the merchant had become rich by means of a young Hebrew, and they say that he had assuredly been stolen out of the land of Canaan.
Καὶ λέγει τῷ ἀνδρὶ αὐτῆς, ὅτι ἐπλούτησεν ὁ μετάβολος ἐν χερσὶν τινος νέου Ἑβραίου, λέγουσι δὲ ὅτι καὶ κλοπῇ ἔκλεψαν αὐτὸν ἐκ γῆς Χαναάν. (11254)
20Now, therefore, render justice unto him, and take away the youth to thy house; so shall the God of the Hebrews bless thee, for grace from heaven is upon him.
Νῦν οὖν ποίησον μετ' αὐτοῦ κρίσιν, καὶ ἀφελοῦ τὸν νεανίαν εἰς τὸν οἶκον ἡμῶν, καὶ εὐλογῆσαί σε ἔχει ὁ Θεὸς τῶν Ἑβραίων, ὅτι χάρις ἐκ τοῦ οὐρανοῦ ἐστι πρὸς αὐτόν. (15809)
21And Pentephris was persuaded by her words, and commanded the merchant to be brought, and said unto him:
Ὁ δὲ Πεντεφρὶς πεισθεὶς τοῖς λόγοις αὐτῆς ἐκέλευσεν ἐλθεῖν τὸν μετάβολον, καὶ λέγει αὐτῷ· (7122)
22What is this that I hear concerning thee, that thou stealest persons out of the land of Canaan, and sellest them for slaves?
Τί τοῦτο ὃ ἀκούω περὶ σου, ὅτι κλέπτεις ψυχὰς ἐκ γῆς Χαναὰν, καὶ εἰς παῖδας μεταπωλεῖς; (9559)
23But the merchant fell at his feet, and besought him, saying: I beseech thee, my lord, I know not what thou sayest.
Ὁ δὲ μετάβολος πεσὼν εἰς τοὺς πόδας αὐτοῦ ἐδέετο λέγων· Δέομαί σου, κύριε, οὐκ οἶδα ὃ λέγεις. (8153)
24And Pentephris said unto him: Whence, then, is the Hebrew slave?
Καὶ λέγει αὐτῷ ὁ Πεντεφρῆς· Πόθεν οὖν ἐστιν ὁ παῖς ὁ Ἑβραῖος; (5021)
25And he said: The Ishmaelites entrusted him unto me until they should return.
καὶ εἶπεν· Οἱ Ἰσμαϊλῖται παρέθεντό μοι αὐτόν, ἕως ὅτου ἐπιστρέψωσιν. (6739)
26But he believed him not, but commanded him to be stripped and beaten.
Ὁ δὲ οὐκ ἐπίστευσεν αὐτῷ, ἀλλ' ἐκέλευσεν γυμνὸν τύπτεσθαι. (6024)
27And when he persisted in this statement, Pentephris said: Let the youth be brought.
Ἐπιμένοντος δὲ αὐτοῦ τούτοις τοῖς λόγοις, λέγει ὁ Πεντεφρῆς· Ἐναχθήτω οὖν ὁ νεανίσκος. (8713)
29And he took me apart from him, and said unto me: Art thou a slave or free?
Καὶ διαχωρίσας με ἀπ' αὐτοῦ λέγει μοι· Δοῦλος εἶ ἢ ἐλεύθερος; (5048)
30And I said: A slave.
ἐγὼ δὲ εἶπον· Δοῦλος. (1806)
31And he said: Whose?
Καὶ λέγει· Τίνος; (714)
32And I said: The Ishmaelites'.
καὶ λέγω· Τῶν Ἰσμαηλιτῶν. (3468)
33And he said: How didst thou become their slave?
Ὁ δὲ εἶπε· Πῶς αὐτῶν ἐγένου δοῦλος; (4117)
34And I said: They bought me out of the land of Canaan.
καὶ εἶπον· Ὅτι ἐκ γῆς Χαναὰν ἐπριάσαντό με. (2427)
35And he said unto me: Truly thou liest; and straightway he commanded me to be stripped and beaten.
Εἶπε δὲ πρός με· Ὄντως ψεύδῃ. Καὶ εὐθὺς ἐκέλευσε κἀμὲ γυμνὸν τύπτεσθαι. (6840)
36Now, the Memphian woman was looking through a window at me while I was being beaten, for her house was near, and she sent unto him saying:
Ἡ δὲ Μέμφις ἑώρα διὰ τῶν θυρίδων τυπτόμενόν με, πλησίον γὰρ ἦν ὁ οἶκος αὐτῆς, καὶ ἀπέστειλε πρὸς αὐτόν, λέγουσα· (10272)
37Thy judgement is unjust; for thou dost punish a free man who hath been stolen, as though he were a transgressor.
Ἄδικος ἡ κρίσις σου, ὅτι τὸν κλαπέντα ἐλεύθερον τιμωρεῖς, ὡς ἀδικήσαντα. (6544)
38And when I made no change in my statement, though I was beaten, he ordered me to be imprisoned, until, he said, the owners of the boy should come.
Ὡς δὲ ἐγὼ οὐκ ἤλλαξα τὸν λόγον μου τυπτόμενος, ἐκέλευσε φυλαχθῆναί με, ἕως οὗ ἔλθωσιν οἱ κύριοι τοῦ παιδός. (11833)
39And the woman said unto her husband: Wherefore dost thou detain the captive and wellborn lad in bonds, who ought rather to be set at liberty, and be waited upon?
Ἡ δὲ γυνὴ ἔλεγε πρὸς τὸν ἄνδρα αὐτῆς· Τί συνέχεις τὸν αἰχμάλωτον καὶ εὐγενῆ παῖδα ἐν δεσμοῖς, ὃν ἔδει μᾶλλον ἄνετον εἶναι καὶ ὑπηρετεῖσθαι. (9821)
40For she wished to see me out of a desire of sin, but I was ignorant concerning all these things.
Ἤθελε γὰρ ὁρᾶν με ἐν πόθῳ ἁμαρτίας· ἐγὼ δὲ ἠγνόουν ἐν πᾶσι τούτοις. (5258)
41And he said to her: It is not the custom of the Egyptians to take that which belongeth to others before proof is given.
Εἶπε δὲ πρὸς αὐτήν· Οὐκ ἔστι τοῦτο τοῖς Αἰγυπτίοις πρὸ ἀποδείξεως ἀφαιρεῖσθαι τὰ ἀλλότρια. (8302)
42This, therefore, he said concerning the merchant; but as for the lad, he must be imprisoned.
Ταῦτα οὖν εἶπε περὶ τοῦ μεταβόλου. Ὁ δὲ παῖς ὀφείλει ἐγκατάκλειστος εἶναι. (5746)
43Now after four and twenty days came the Ishmaelites; for they had heard that Jacob my father was mourning much concerning me.
Μετὰ δὲ ἡμέρας εἰκοσιτέσσαρας ἦλθον οἱ Ἰσμαηλῖται· ἦσαν γὰρ ἀκούσαντες ὅτι Ἰακὼβ ὁ πατήρ μου πολλὰ πενθεῖ περὶ ἐμοῦ, καὶ ἐλθόντες λέγουσι πρός με. (9773)
44And they came and said unto me: How is it that thou saidst that thou wast a slave? and lo, we have learnt that thou art the son of a mighty man in the land of Canaan, and thy father still mourneth for thee in sackcloth and ashes.
Τί ὅτι εἶπας σεαυτὸν δοῦλον εἶναι; καὶ ἰδοὺ ἡμεῖς ἐγνώκαμεν ὅτι υἱὸς εἶ ἀνδρὸς μεγάλου ἐν γῇ Χαναάν, καὶ ὁ πατήρ σου ἔτι πενθεῖ περί σου ἐν σάκκῳ καὶ σποδῷ. (12162)
45When I heard this my bowels were dissolved and my heart melted, and I desired greatly to weep, but I restrained myself that I should not put my brethren to shame.
Ταῦτα ἀκούσας ἐγὼ διελύθη τὰ σπλάγχνα μου, καὶ ἡ καρδία μου ἐτάκη, καὶ ἤθελον δακρῦσαι πάνυ, ἀλλ' ἐπέσχον ἐμαυτόν, ἵνα μὴ αἰσχύνω τοὺς ἀδελφούς μου, (14230)
46And I said unto them, I know not, I am a slave.
καὶ εἶπον αὐτοῖς· Ἐγὼ οὐκ οἶδα· δοῦλός εἰμι. (3449)
47Then, therefore, they took counsel to sell me, that I should not be found in their hands.
Τότε οὖν ἐβουλεύσαντο πωλῆσαί με, ἵνα μὴ εὑρεθῶ ἐν ταῖς χερσὶν αὐτῶν. (8412)
48For they feared my father, lest he should come and execute upon them a grievous vengeance.
Ἐφόβουντο γὰρ τὸν πατέρα μου, ἵνα μὴ ἐλθὼν ἐν αὐτοῖς ποιήσει ἐκδίκησιν κινδύνου. (6741)
49For they had heard that he was mighty with God and with men.
ἤκουον γὰρ ὅτι μέγας ἐστὶ παρὰ Θεῷ καὶ ἀνθρώποις. (4213)
50Then said the merchant unto them: Release me from the judgement of Pentiphri.
Τότε λέγει αὐτοῖς ὁ μετάβολος· Λύσατέ με ἀπὸ τῆς κρίσεως τοῦ Πεντεφρί. (7292)
51And they came and requested me, saying: Say that thou wast bought by us with money, and he will set us free.
Ἐκεῖνοι δὲ προσελθόντες ᾔτουν με λέγοντες· Εἶπε ὅτι ἐν ἀργυρίῳ ἠγοράσθης ἡμῖν, κἀκεῖνος ἀπολῦσαι ἡμᾶς ἔχει. (7527)
52Now the Memphian woman said to her husband: Buy the youth; for I hear, said she, that they are selling him.
Ἡ δὲ Μέμφις εἶπε τῷ ἀνδρὶ αὐτῆς· Ἀγόρασον τὸν νεανίαν, ἀκούω γάρ, φησίν, ὅτι πωλοῦσιν αὐτόν. (9172)
53And straightway she sent a eunuch to the Ishmaelites, and asked them to sell me.
Εὐθέως δὲ ἀπέστειλε εὐνοῦχον ἐν τοῖς Ἰσμαϊλίταις, αἰτουσά με εἰς διάπρασιν. (6854)
54But since the eunuch would not agree to buy me at their price he returned, having made trial of them, and he made known to his mistress that they asked a large price for their slave.
Ὁ δὲ εὐνοῦχος μὴ θελήσας ἀγοράσαι με ἀνεχώρησεν πειράσας αὐτούς, καὶ δηλοῖ τῇ δεσποίνῃ αὐτοῦ, ὅτι πολλὴν τιμὴν αἰτοῦσιν τοῦ παιδός. (11884)
55And she sent another eunuch, saying: Even though they demand two minas, give them, do not spare the gold; only buy the boy, and bring him to me.
Ἡ δὲ ἀπέστειλεν εὐνοῦχον ἕτερον, λέγουσα· Ἐὰν καὶ δύο μνᾶς ζητοῦσι παρέχετε· μὴ φείσασθε χρυσίου μόνον πριασάμενος τὸν παῖδα ἄγαγε πρός με. (11349)
56The eunuch therefore went and gave them eighty pieces of gold, and he received me; but to the Egyptian woman he said I have given a hundred.
Ἐλθὼν οὖν ὁ εὐνοῦχος καὶ δοὺς αὐτοῖς ὀγδοήκοντα χρυσοῦς ἀνελάβετό με· τῇ δὲ Αἰγυπτίᾳ εἶπεν ὅτι δέδωκα ἑκατόν. (10972)
57And though I knew this I held my peace, lest the eunuch should be put to shame.
Ἐγὼ δὲ εἰδὼς ἐσιώπησα ἵνα μὴ αἰσχυνθῇ ὁ εὐνοῦχος. (6392)
58Ye see, therefore, my children, what great things I endured that I should not put my brethren to shame.
Ὁρᾶτε οὖν, τέκνα μου, πόσα ὑπέμεινα ἵνα μὴ αἰσχύνω τοὺς ἀδελφούς μου. (7684)
59Do ye also, therefore, love one another, and with long-suffering hide ye one another's faults.
Καὶ ὑμεῖς οὖν ἀγαπᾶτε ἀλλήλους, καὶ ἐν μακροθυμίᾳ συγκρύπτετε ἀλλήλων τὰ ἐλαττώματα. (7984)
60For God delighteth in the unity of brethren, and in the purpose of a heart that takes pleasure in love.
Τέρπεται γὰρ ὁ θεὸς ἐπὶ ὁμονοίᾳ ἀδελφῶν καὶ ἐπὶ προαιρέσει καρδίας ἀγαθῆς εὐδοκοῦσιν εἰς ἀγαθόν. (5898)
See also: Psalms 133:1
61And when my brethren came into Egypt they learnt that I had returned their money unto them, and upbraided them not, and comforted them.
Ὅτε δὲ ἦλθον οἱ ἀδελφοί μου εἰς Αἴγυπτον, αὐτοὶ γινώσκουσιν ὅτι ἀπέστρεψα τὸ ἀργύριον αὐτοῖς, καὶ οὐκ ὠνείδισα αὐτούς, καὶ παρεκάλεσα αὐτούς. (14158)
62And after the death of Jacob my father I loved them more abundantly, and all things whatsoever he commanded I did very abundantly for them.
Καὶ μετὰ θάνατον Ἰακώβ, τοῦ πατρός μου, περισσοτέρως ἠγάπησα αὐτούς, καὶ πάντα ὅσα ἤθελον ὑπερεκπερισσοῦ ἐποίουν αὐτοῖς. (11711)
63And I suffered them not to be afflicted in the smallest matter; and all that was in my hand I gave unto them.
Καὶ οὐκ ἀφῆκα αὐτοὺς θλιβῆναι ἕως μικροῦ πράγματος· καίγε πᾶν ὃ ἦν ἐν τῇ χειρί μου αὐτοῖς δέδωκα. (8693)
64And their children were my children, and my children as their servants; and their life was my life, and all their suffering was my suffering, and all their sickness was my infirmity.
Καὶ οἱ υἱοὶ αὐτῶν υἱοί μου, καὶ οἱ υἱοί μου ὡς δοῦλοι αὐτῶν, καὶ ἡ ψυχὴ αὐτῶν ψυχή μου, καὶ πᾶν ἄλγημα αὐτῶν ἄλγημά μου, καὶ πᾶσα μαλακία αὐτῶν ἀσθένειά μου, (18061)
65My land was their land, and their counsel my counsel.
καὶ ἡ βουλὴ αὐτῶν βουλή μου. (3120)
66And I exalted not myself among them in arrogance because of my worldly glory, but I was among them as one of the least.
Καὶ οὐχ ὕψωσα ἐμαυτὸν ἐν αὐτοῖς ἐν ἀλαζονείᾳ διὰ τὴν κοσμικήν μου δόξαν, ἀλλ' ἤμην ἐν αὐτοῖς ὡς εἷς τῶν ἐλαχίστων. (12384)
67If ye also, therefore, walk in the commandments of the Lord, my children, He will exalt you there, and will bless you with good things for ever and ever.
Ἐὰν οὖν καὶ ὑμεῖς πορευθῆτε ἐν ταῖς ἐντολαῖς Κυρίου, ὑψώσει ὑμᾶς ὁ θεὸς ἐν ἀγαθοῖς εἰς αἰῶνας. (9207)
68And if any one seeketh to do evil unto you, do well unto him, and pray for him, and ye shall be redeemed of the Lord from all evil.
Καὶ ἐάν τις θέλει κακοποιῆσαι ὑμᾶς, ὑμεῖς τῇ ἀγαθοεργείᾳ εὔχεσθε ὑπὲρ αὐτοῦ, καὶ ἀπὸ παντὸς κακοῦ λυτρωθήσεσθε ὑπὸ Κυρίου. (10948)
70And a hundred talents of gold were given me with her, and the Lord made them to serve me.
καὶ ἑκατὸν τάλαντα χρυσίου δέδονταί μοι σὺν αὐτῇ, καὶ ὁ Κύριός μου αὐτοὺς κατεδούλωσεν. (9530)
71And He gave me also beauty as a flower beyond the beautiful ones of Israel; and He preserved me unto old age in strength and in beauty, because I was like in all things to Jacob.
Καίγε καὶ ὡραιότητα ἔδωκέ μοι ὑπὲρ ὡραίους Ἰσραήλ, καὶ ἐφύλαξέ με ἕως γήρους ἐν δυνάμει καὶ ἐν κάλλει· Καὶ γὰρ ὅμοιος ἤμην ἐν πᾶσι τῷ Ἰακώβ. (11719)
72And hear ye, my children, also the vision which I saw.
Ἀκούσατε δέ, τέκνα μου, καὶ περὶ ὧν οἶδα ἐνυπνίων. (4498)
73There were twelve harts feeding: and the nine were first dispersed over all the earth, and likewise also the three.
Δώδεκα ἔλαφοι ἐνέμοντο ἐν τόπῳ καὶ οἱ ἐννέα διεσπάρησαν εἰς πᾶσαν τὴν γῆν· ὁμοίως δὲ καὶ οἱ τρεῖς. (7117)
74And I saw that from Judah was born a virgin wearing a linen garment, and from her, was born a lamb, without spot; and on his left hand there was as it were a lion; and all the beasts rushed against him, and the lamb overcame them, and destroyed them and trod them under foot.
Καὶ εἶδον ὅτι ἐκ τοῦ Ἰούδα ἐγεννήθη παρθένος, ἔχουσα στολὴν βυσσίνην, καὶ ἐξ αὐτῆς ἐγεννήθη ἀμνὸς ἄμωμος καὶ ἦν ἐξ ἀριστερῶν αὐτοῦ ὡς λέων· καὶ πάντα τὰ θηρία ὥρμων κατ' αὐτοῦ καὶ ἐνίκησεν αὐτὰ ὁ ἀμνός, καὶ ἀπώλεσεν αὐτὰ εἰς καταπάτημα. (21325)
See also: Revelation 5:5
75And because of him the angels and men rejoiced, and all the land.
Καὶ ἔχαιρον ἐπ' αὐτῷ οἱ ἄγγελοι καὶ οἱ ἄνθρωποι καὶ πᾶσα ἡ γῆ. (4218)
76And these things shall come to pass in their season, in the last days.
Ταῦτα δὲ γενήσεται ἐν καιρῷ αὐτῶν ἐν ἐσχάταις ἡμέραις. (5866)
77Do ye therefore, my children, observe the commandments of the Lord, and honour Levi and Judah; for from them shall arise unto you the Lamb of God, who taketh away the sin of the world, one who saveth all the Gentiles and Israel.
Ὑμεῖς οὖν, τέκνα μου, φυλάξατε τὰς ἐντολὰς Κυρίου, καὶ τιμᾶτε τὸν Λευὶ καὶ τὸν Ἰούδαν· ὅτι ἐκ τοῦ σπέρματος αὐτῶν ἀνατελεῖ ὑμῖν ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, σώζων πάντα τὰ ἔθνη καὶ τὸν Ἰσραήλ. (21286)
See also: John 1:29
78For His kingdom is an everlasting kingdom, which shall not pass away; but my kingdom among you shall come to an end as a watcher's hammock, which after the summer disappeareth.
Ἡ γὰρ βασιλεία αὐτοῦ βασιλεία ἔσται αἰώνιος ἥτις οὐ παρελεύσεται· ἡ δὲ ἐμὴ βασιλεία ἐν ὑμῖν ἐπιτελεῖται, ὡς ὀπωροφυλάκιον ὃ μετὰ τὸ θέρος ἐξαφανίζεται. (12544)
79For I know that after my death the Egyptians will afflict you, but God will avenge you, and will bring you into that which He promised to your fathers.
Οἶδα γὰρ ὅτι μετὰ τὴν τελευτήν μου οἱ Αἰγύπτιοι θλίψουσιν ὑμᾶς, ἀλλ' ὁ Θεὸς ποιήσει τὴν ἐκδίκησιν ὑμῶν καὶ ἐπάξει ὑμᾶς εἰς τὰς ἐπαγγελίας τῶν πατέρων ὑμῶν. (14401)
80But ye shall carry up my bones with you; for when my bones are being taken up thither, the Lord shall be with you in light, and Beliar shall be in darkness with the Egyptians.
Ὑμεῖς δὲ συνανοίσετε τὰ ὀστᾶ μου μεθ' ὑμῶν, ὅτι, ἀναγομένων τῶν ὀστέων ἐκεῖ, Κύριος ἐν φωτὶ ἔσται μεθ' ὑμῶν, καὶ ὁ Βελίαρ ἐν σκότει ἔσται μετὰ τῶν Αἰγυπτίων. (17646)
82And when he had said these things he stretched out his feet, and died at a good old age.
Καὶ ταῦτα εἰπὼν ἐκτείνας τοὺς πόδας αὐτοῦ ἐκοιμήθη ὕπνῳ καλῷ. (7416)
83And all Israel mourned for him, and all Egypt, with a great mourning.
Καὶ ἐπένθησεν αὐτὸν πᾶς Ἰσραὴλ καὶ πᾶσα Αἴγυπτος πένθος μέγα. (3734)
84And when the children of Israel went out of Egypt, they took with them the bones of Joseph, and they buried him in Hebron with his fathers, and the years of his life were one hundred and ten years.
Καὶ ἐν τῇ ἐξόδῳ τῶν υἱῶν Ἰσραὴλ ἐξ Αἰγύπτου συνήγαγον τὰ ὀστᾶ Ἰωσήφ, καὶ ἔθαψαν αὐτὸν ἐν Χεβρὼν μετὰ τῶν πατέρων αὐτοῦ· ἐγένοντο δὲ τὰ ἔτη τῆς ζωῆς αὐτοῦ ἔτη ἑκατὸν δέκα. (20488)