3 Maccabees 3
1On discovering this, so incensed was the wicked king, that he no longer confined his rage to the Jews in Alexandria. Laying his hand more heavily upon those who lived in the country, he gave orders that they should be quickly collected into one place, and most cruelly deprived of their lives.
ἃ καὶ μεταλαμβάνων ὁ δυσσεβὴς ἐπὶ τοσοῦτον ἐξεχόλησεν ὥστε οὐ μόνον τοῖς κατὰ ἀλεξάνδρειαν διοργίζεσθαι ἀλλὰ καὶ τοῖς ἐν τῇ χώρᾳ βαρυτέρως ἐναντιωθῆναι καὶ προστάξαι σπεύσαντας συναγαγεῖν πάντας ἐπὶ τὸ αὐτὸ καὶ χειρίστῳ μόρῳ τοῦ ζῆν μεταστῆσαι
2While this was going on, a hostile rumor was uttered abroad by men who had banded together to injure the Jewish race. The pretext of their charge was that the Jews kept them away from the ordinances of the law.
τούτων δὲ οἰκονομουμένων φήμη δυσμενὴς ἐξηχεῖτο κατὰ τοῦ γένους ἀνθρώποις συμφρονοῦσιν εἰς κακοποίησιν ἀφορμῆς διδομένης εἰς διάθεσιν ὡς ἂν ἀπὸ τῶν νομίμων αὐτοὺς κωλυόντων
3Now the Jews always maintained a feeling of unwavering loyalty toward the kings,
οἱ δὲ ιουδαῖοι τὴν μὲν πρὸς τοὺς βασιλεῖς εὔνοιαν καὶ πίστιν ἀδιάστροφον ἦσαν φυλάσσοντες
4yet, as they worshiped God and observed his law, they made certain distinctions, and avoided certain things. Hence they appeared hateful to some people,
σεβόμενοι δὲ τὸν θεὸν καὶ τῷ τούτου νόμῳ πολιτευόμενοι χωρισμὸν ἐποίουν ἐπὶ τῷ κατὰ τὰς τροφάς δι' ἣν αἰτίαν ἐνίοις ἀπεχθεῖς ἐφαίνοντο
5although, as they adorned their conversation with works of righteousness, they had established themselves in the good opinion of the world.
τῇ δὲ τῶν δικαίων εὐπραξίᾳ κοσμοῦντες τὴν συναναστροφὴν ἅπασιν ἀνθρώποις εὐδόκιμοι καθειστήκεισαν
6What all the rest of mankind said was, however, disregarded by the foreigners,
τὴν μὲν οὖν περὶ τοῦ γένους ἐν πᾶσιν θρυλουμένην εὐπραξίαν οἱ ἀλλόφυλοι οὐδαμῶς διηριθμήσαντο
7who said much of the exclusiveness of the Jews with regard to their worship and meats. They alleged that they were unsociable men, hostile to the king’s interests, refusing to associate with him or his troops. By this way of speaking, they brought much hatred on them.
τὴν δὲ περὶ τῶν προσκυνήσεων καὶ τροφῶν διάστασιν ἐθρύλουν φάσκοντες μήτε τῷ βασιλεῖ μήτε ταῖς δυνάμεσιν ὁμοσπόνδους τοὺς ἀνθρώπους γίνεσθαι δυσμενεῖς δὲ εἶναι καὶ μέγα τι τοῖς πράγμασιν ἐναντιουμένους καὶ οὐ τῷ τυχόντι περιῆψαν ψόγῳ
8This unexpected uproar and sudden gathering of people was observed by the Greeks who lived in the city, concerning men who had never harmed them. Yet to aid them was not in their power, since all was oppression around, but they encouraged them in their troubles, and expected a favorable turn of affairs.
οἱ δὲ κατὰ τὴν πόλιν ἕλληνες οὐδὲν ἠδικημένοι ταραχὴν ἀπροσδόκητον περὶ τοὺς ἀνθρώπους θεωροῦντες καὶ συνδρομὰς ἀπροσκόπους γινομένας βοηθεῖν μὲν οὐκ ἔσθενον τυραννικὴ γὰρ ἦν ἡ διάθεσις παρεκάλουν δὲ καὶ δυσφόρως εἶχον καὶ μεταπεσεῖσθαι ταῦτα ὑπελάμβανον
9He who knows all things will not, they said, disregard so great a people.
μὴ γὰρ οὕτω παροραθήσεσθαι τηλικοῦτο σύστεμα μηδὲν ἠγνοηκός
10Some of the neighbors, friends, and business associates of the Jews even called them secretly to an interview, pledged them their assistance, and promised to do their very utmost for them.
ἤδη δὲ καί τινες γείτονές τε καὶ φίλοι καὶ συμπραγματευόμενοι μυστικῶς τινας ἐπισπώμενοι πίστεις ἐδίδουν συνασπιεῖν καὶ πᾶν ἐκτενὲς προσοίσεσθαι πρὸς ἀντίλημψιν
11Now the king, elated with his prosperous fortune, and not regarding the superior power of God, but thinking to persevere in his present purpose, wrote the following letter to the prejudice of the Jews:
ἐκεῖνος μὲν οὖν τῇ κατὰ τὸ παρὸν εὐημερίᾳ γεγαυρωμένος καὶ οὐ καθορῶν τὸ τοῦ μεγίστου θεοῦ κράτος ὑπολαμβάνων δὲ διηνεκῶς ἐν τῇ αὐτῇ διαμενεῖν βουλῇ ἔγραψεν κατ' αὐτῶν ἐπιστολὴν τήνδε
12“King Ptolemy Philopater, to the commanders and soldiers in Egypt, and in all places, health and happiness!
βασιλεὺς πτολεμαῖος φιλοπάτωρ τοῖς κατ' αἴγυπτον καὶ κατὰ τόπον στρατηγοῖς καὶ στρατιώταις χαίρειν καὶ ἐρρῶσθαι
13I am doing well, and so, too, are my affairs.
ἔρρωμαι δὲ καὶ αὐτὸς ἐγὼ καὶ τὰ πράγματα ἡμῶν
14Since our Asiatic campaign, the particulars of which you know, and which by the aid of the gods, not lightly given, and by our own vigor, has been brought to a successful conclusion according to our expectation,
τῆς εἰς τὴν ἀσίαν γενομένης ἡμῖν ἐπιστρατείας ἧς ἴστε καὶ αὐτοί τῇ τῶν θεῶν ἀπροπτώτῳ συμμαχίᾳ κατὰ λόγον ἐπὶ τέλος ἀχθείσης
15we resolved, not with strength of spear, but with gentleness and much humanity, as it were to nurse the inhabitants of Coele-Syria and Phoenicia, and to be their willing benefactors.
ἡγησάμεθα μὴ βίᾳ δόρατος ἐπιεικείᾳ δὲ καὶ πολλῇ φιλανθρωπίᾳ τιθηνήσασθαι τὰ κατοικοῦντα κοίλην συρίαν καὶ φοινίκην ἔθνη εὖ ποιῆσαί τε ἀσμένως
16So, having bestowed considerable sums of money upon the temples of the several cities, we proceeded even as far as Jerusalem, and went up to honor the temple of these wretched beings who never cease from their folly.
καὶ τοῖς κατὰ πόλιν ἱεροῖς ἀπονείμαντες προσόδους πλείστας προήχθημεν καὶ εἰς τὰ ιεροσόλυμα ἀναβάντες τιμῆσαι τὸ ἱερὸν τῶν ἀλιτηρίων καὶ μηδέποτε ληγόντων τῆς ἀνοίας
17To outward appearance they received us willingly, but belied that appearance by their deeds. When we were eager to enter their temple, and to honor it with the most beautiful and exquisite gifts,
οἱ δὲ λόγῳ μὲν τὴν ἡμετέραν ἀποδεξάμενοι παρουσίαν τῷ δὲ πράγματι νόθως προθυμηθέντων ἡμῶν εἰσελθεῖν εἰς τὸν ναὸν αὐτῶν καὶ τοῖς ἐκπρεπέσιν καὶ καλλίστοις ἀναθήμασιν τιμῆσαι
18they were so carried away by their old arrogance as to forbid us the entrance, while we, out of our forbearance toward all men, refrained from exercising our power upon them.
τύφοις φερόμενοι παλαιοτέροις εἶρξαν ἡμᾶς τῆς εἰσόδου λειπόμενοι τῆς ἡμετέρας ἀλκῆς δι' ἣν ἔχομεν πρὸς ἅπαντας ἀνθρώπους φιλανθρωπίαν
19Thus, exhibiting their enmity against us, they alone among the nations lift up their heads against kings and benefactors, as men unwilling to submit to any reasonable thing.
τὴν δὲ αὐτῶν εἰς ἡμᾶς δυσμένειαν ἔκδηλον καθιστάντες ὡς μονώτατοι τῶν ἐθνῶν βασιλεῦσιν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ὑψαυχενοῦντες οὐδὲν γνήσιον βούλονται φέρειν
20We then, having endeavored to make allowance for the madness of these people, and on our victorious return treating all people in Egypt courteously, acted in a manner which was befitting.
ἡμεῖς δὲ τῇ τούτων ἀνοίᾳ συμπεριενεχθέντες καὶ μετὰ νίκης διακομισθέντες εἰς τὴν αἴγυπτον τοῖς πᾶσιν ἔθνεσιν φιλανθρώπως ἀπαντήσαντες καθὼς ἔπρεπεν ἐποιήσαμεν
21Accordingly, bearing no ill will against their kinsmen, but rather remembering our connection with them, and the numerous matters with sincere heart from a remote period entrusted to them, we wished to venture a total alteration of their state, by giving them the rights of citizens of Alexandria, and to admit them to the everlasting rites of our solemnities.
ἐν δὲ τούτοις πρὸς τοὺς ὁμοφύλους αὐτῶν ἀμνησικακίαν ἅπασιν γνωρίζοντες διά τε τὴν συμμαχίαν καὶ τὰ πεπιστευμένα μετὰ ἁπλότητος αὐτοῖς ἀρχῆθεν μύρια πράγματα τολμήσαντες ἐξαλλοιῶσαι ἐβουλήθημεν καὶ πολιτείας αὐτοὺς ἀλεξανδρέων καταξιῶσαι καὶ μετόχους τῶν ἀεὶ ἱερῶν καταστῆσαι
22All this, however, they have taken in a very different spirit. With their innate malignity, they have spurned the fair offer, and constantly inclining to evil,
οἱ δὲ τοὐναντίον ἐκδεχόμενοι καὶ τῇ συμφύτῳ κακοηθείᾳ τὸ καλὸν ἀπωσάμενοι διηνεκῶς δὲ εἰς τὸ φαῦλον ἐκνεύοντες
23have rejected the inestimable rights. Not only so, but by using speech, and by refraining from speech, they abhor the few among them who are heartily disposed toward us, ever deeming that their infamous way of life will force us to do away with our reform.
οὐ μόνον ἀπεστρέψαντο τὴν ἀτίμητον πολιτείαν ἀλλὰ καὶ βδελύσσονται λόγῳ τε καὶ σιγῇ τοὺς ἐν αὐτοῖς ὀλίγους πρὸς ἡμᾶς γνησίως διακειμένους παρ' ἕκαστα ὑφορώμενοι μετὰ τῆς δυσκλεεστάτης ἐμβιώσεως διὰ τάχους ἡμᾶς καταστρέψαι τὰ πράγματα
24Having then received certain proofs that these Jews bear us every sort of ill will, we must look forward to the possibility of some sudden tumult among ourselves when these impious men may turn traitors and barbarous enemies.
διὸ καὶ τεκμηρίοις καλῶς πεπεισμένοι τούτους κατὰ πάντα δυσνοεῖν ἡμῖν τρόπον καὶ προνοούμενοι μήποτε αἰφνιδίου μετέπειτα ταραχῆς ἐνστάσης ἡμῖν τοὺς δυσσεβεῖς τούτους κατὰ νώτου προδότας καὶ βαρβάρους ἔχωμεν πολεμίους
25Therefore, as soon as the contents of this letter become known to you, in that same hour we order those Jews who dwell among you, with wives and children, to be sent to us, vilified and abused, in chains of iron, to undergo a cruel and shameful death, suitable to enemies.
προστετάχαμεν ἅμα τῷ προσπεσεῖν τὴν ἐπιστολὴν τήνδε αὐθωρὶ τοὺς ἐννεμομένους σὺν γυναιξὶ καὶ τέκνοις μετὰ ὕβρεων καὶ σκυλμῶν ἀποστεῖλαι πρὸς ἡμᾶς ἐν δεσμοῖς σιδηροῖς πάντοθεν κατακεκλεισμένους εἰς ἀνήκεστον καὶ δυσκλεῆ πρέποντα δυσμενέσι φόνον
26For by the punishment of them in one body we perceive that we have found the only means of establishing our affairs for the future on a firm and satisfactory basis.
τούτων γὰρ ὁμοῦ κολασθέντων διειλήφαμεν εἰς τὸν ἐπίλοιπον χρόνον τελείως ἡμῖν τὰ πράγματα ἐν εὐσταθείᾳ καὶ τῇ βελτίστῃ διαθέσει κατασταθήσεσθαι
27Whoever protects a Jew, whether it be old man, child, or nursing baby, shall with his whole house be tortured to death.
ὃς δ' ἂν σκεπάσῃ τινὰ τῶν ιουδαίων ἀπὸ γεραιοῦ μέχρι νηπίου καὶ μέχρι τῶν ὑπομαστιδίων αἰσχίσταις βασάνοις ἀποτυμπανισθήσεται πανοικίᾳ
28Whoever informs against the Jews, besides receiving the property of the person charged, shall be presented with two thousand drachmas from the royal treasury, shall be made free, and shall be crowned.
μηνύειν δὲ τὸν βουλόμενον ἐφ' ᾧ τὴν οὐσίαν τοῦ ἐμπίπτοντος ὑπὸ τὴν εὔθυναν λήμψεται καὶ ἐκ τοῦ βασιλικοῦ ἀργυρίου δραχμὰς δισχιλίας καὶ τῇ ἐλευθερίᾳ στεφανωθήσεται
29Whatever place shelters a Jew shall be made unapproachable and shall be put under the ban of fire, and be forever rendered useless to every living being for all time to come.”
πᾶς δὲ τόπος οὗ ἐὰν φωραθῇ τὸ σύνολον σκεπαζόμενος ιουδαῖος ἄβατος καὶ πυριφλεγὴς γινέσθω καὶ πάσῃ θνητῇ φύσει καθ' ἅπαν ἄχρηστος φανήσεται εἰς τὸν ἀεὶ χρόνον
30The king’s letter was written in the above form.
καὶ ὁ μὲν τῆς ἐπιστολῆς τύπος οὕτως ἐγέγραπτο