Judith 15
1And when they that were in the tents heard, they were astonished at the thing that was done.
καὶ ὡς ἤκουσαν οἱ ἐν τοῖς σκηνώμασιν ὄντες ἐξέστησαν ἐπὶ τὸ γεγονός
2And fear and trembling fell upon them, so that there was no man that durst abide in the sight of his neighbour, but rushing out all together, they fled into every way of the plain, and of the hill country.
καὶ ἐπέπεσεν ἐπ' αὐτοὺς τρόμος καὶ φόβος καὶ οὐκ ἦν ἄνθρωπος μένων κατὰ πρόσωπον τοῦ πλησίον ἔτι ἀλλ' ἐκχυθέντες ὁμοθυμαδὸν ἔφευγον ἐπὶ πᾶσαν ὁδὸν τοῦ πεδίου καὶ τῆς ὀρεινῆς
3They also that had camped in the mountains round about Bethulia fled away. Then the children of Israel, every one that was a warrior among them, rushed out upon them.
καὶ οἱ παρεμβεβληκότες ἐν τῇ ὀρεινῇ κύκλῳ βαιτυλουα καὶ ἐτράπησαν εἰς φυγήν καὶ τότε οἱ υἱοὶ ισραηλ πᾶς ἀνὴρ πολεμιστὴς ἐξ αὐτῶν ἐξεχύθησαν ἐπ' αὐτούς
4Then sent Ozias to Betomasthem, and to Bebai, and Chobai, and Cola and to all the coasts of Israel, such as should tell the things that were done, and that all should rush forth upon their enemies to destroy them.
καὶ ἀπέστειλεν οζιας εἰς βαιτομασθαιμ καὶ βηβαι καὶ χωβαι καὶ κωλα καὶ εἰς πᾶν ὅριον ισραηλ τοὺς ἀπαγγέλλοντας ὑπὲρ τῶν συντετελεσμένων καὶ ἵνα πάντες ἐπεκχυθῶσιν τοῖς πολεμίοις εἰς τὴν ἀναίρεσιν αὐτῶν
5Now when the children of Israel heard it, they all fell upon them with one consent, and slew them unto Chobai: likewise also they that came from Jerusalem, and from all the hill country, (for men had told them what things were done in the camp of their enemies) and they that were in Galaad, and in Galilee, chased them with a great slaughter, until they were past Damascus and the borders thereof.
ὡς δὲ ἤκουσαν οἱ υἱοὶ ισραηλ πάντες ὁμοθυμαδὸν ἐπέπεσον ἐπ' αὐτοὺς καὶ ἔκοπτον αὐτοὺς ἕως χωβα ὡσαύτως δὲ καὶ οἱ ἐξ ιερουσαλημ παρεγενήθησαν καὶ ἐκ πάσης τῆς ὀρεινῆς ἀνήγγειλαν γὰρ αὐτοῖς τὰ γεγονότα τῇ παρεμβολῇ τῶν ἐχθρῶν αὐτῶν καὶ οἱ ἐν γαλααδ καὶ οἱ ἐν τῇ γαλιλαίᾳ ὑπερεκέρασαν αὐτοὺς πληγῇ μεγάλῃ ἕως οὗ παρῆλθον δαμασκὸν καὶ τὰ ὅρια αὐτῆς
6And the residue that dwelt at Bethulia, fell upon the camp of Assur, and spoiled them, and were greatly enriched.
οἱ δὲ λοιποὶ οἱ κατοικοῦντες βαιτυλουα ἐπέπεσαν τῇ παρεμβολῇ ασσουρ καὶ ἐπρονόμευσαν αὐτοὺς καὶ ἐπλούτησαν σφόδρα
7And the children of Israel that returned from the slaughter had that which remained; and the villages and the cities, that were in the mountains and in the plain, gat many spoils: for the multitude was very great.
οἱ δὲ υἱοὶ ισραηλ ἀναστρέψαντες ἀπὸ τῆς κοπῆς ἐκυρίευσαν τῶν λοιπῶν καὶ αἱ κῶμαι καὶ ἐπαύλεις ἐν τῇ ὀρεινῇ καὶ πεδινῇ ἐκράτησαν πολλῶν λαφύρων ἦν γὰρ πλῆθος πολὺ σφόδρα
8Then Joacim the high priest, and the ancients of the children of Israel that dwelt in Jerusalem, came to behold the good things that God had shewed to Israel, and to see Judith, and to salute her.
καὶ ιωακιμ ὁ ἱερεὺς ὁ μέγας καὶ ἡ γερουσία τῶν υἱῶν ισραηλ οἱ κατοικοῦντες ἐν ιερουσαλημ ἦλθον τοῦ θεάσασθαι τὰ ἀγαθά ἃ ἐποίησεν κύριος τῷ ισραηλ καὶ τοῦ ἰδεῖν τὴν ιουδιθ καὶ λαλῆσαι μετ' αὐτῆς εἰρήνην
9And when they came unto her, they blessed her with one accord, and said unto her, Thou art the exaltation of Jerusalem, thou art the great glory of Israel, thou art the great rejoicing of our nation:
ὡς δὲ εἰσῆλθον πρὸς αὐτήν εὐλόγησαν αὐτὴν πάντες ὁμοθυμαδὸν καὶ εἶπαν πρὸς αὐτήν σὺ ὕψωμα ιερουσαλημ σὺ γαυρίαμα μέγα τοῦ ισραηλ σὺ καύχημα μέγα τοῦ γένους ἡμῶν
10Thou hast done all these things by thine hand: thou hast done much good to Israel, and God is pleased therewith: blessed be thou of the Almighty Lord for evermore. And all the people said, So be it.
ἐποίησας ταῦτα πάντα ἐν χειρί σου ἐποίησας τὰ ἀγαθὰ μετὰ ισραηλ καὶ εὐδόκησεν ἐπ' αὐτοῖς ὁ θεός εὐλογημένη γίνου παρὰ τῷ παντοκράτορι κυρίῳ εἰς τὸν αἰῶνα χρόνον καὶ εἶπεν πᾶς ὁ λαός γένοιτο
11And the people spoiled the camp the space of thirty days: and they gave unto Judith Holofernes his tent, and all his plate, and beds, and vessels, and all his stuff: and she took it and laid it on her mule; and made ready her carts, and laid them thereon.
καὶ ἐλαφύρευσεν πᾶς ὁ λαὸς τὴν παρεμβολὴν ἐφ' ἡμέρας τριάκοντα καὶ ἔδωκαν τῇ ιουδιθ τὴν σκηνὴν ολοφέρνου καὶ πάντα τὰ ἀργυρώματα καὶ τὰς κλίνας καὶ τὰ ὁλκεῖα καὶ πάντα τὰ κατασκευάσματα αὐτοῦ καὶ λαβοῦσα αὐτὴ ἐπέθηκεν ἐπὶ τὴν ἡμίονον αὐτῆς καὶ ἔζευξεν τὰς ἁμάξας αὐτῆς καὶ ἐσώρευσεν αὐτὰ ἐπ' αὐτῶν
12Then all the women of Israel ran together to see her, and blessed her, and made a dance among them for her: and she took branches in her hand, and gave also to the women that were with her.
καὶ συνέδραμεν πᾶσα γυνὴ ισραηλ τοῦ ἰδεῖν αὐτὴν καὶ εὐλόγησαν αὐτὴν καὶ ἐποίησαν αὐτῇ χορὸν ἐξ αὐτῶν καὶ ἔλαβεν θύρσους ἐν ταῖς χερσὶν αὐτῆς καὶ ἔδωκεν ταῖς γυναιξὶν ταῖς μετ' αὐτῆς
13And they put a garland of olive upon her and her maid that was with her, and she went before all the people in the dance, leading all the women: and all the men of Israel followed in their armour with garlands, and with songs in their mouths.
καὶ ἐστεφανώσαντο τὴν ἐλαίαν αὐτὴ καὶ αἱ μετ' αὐτῆς καὶ προῆλθεν παντὸς τοῦ λαοῦ ἐν χορείᾳ ἡγουμένη πασῶν τῶν γυναικῶν καὶ ἠκολούθει πᾶς ἀνὴρ ισραηλ ἐνωπλισμένοι μετὰ στεφάνων καὶ ὕμνουν ἐν τῷ στόματι αὐτῶν