Judith 16
1Then Judith began to sing this thanksgiving in all Israel, and all the people sang after her this song of praise.
καὶ εἶπεν ιουδιθ ἐξάρχετε τῷ θεῷ μου ἐν τυμπάνοις ᾄσατε τῷ κυρίῳ ἐν κυμβάλοις ἐναρμόσασθε αὐτῷ ψαλμὸν καὶ αἶνον ὑψοῦτε καὶ ἐπικαλεῖσθε τὸ ὄνομα αὐτοῦ
2And Judith said, Begin unto my God with timbrels, sing unto my Lord with cymbals: tune unto him a new psalm: exalt him, and call upon his name.
ὅτι θεὸς συντρίβων πολέμους κύριος ὅτι εἰς παρεμβολὰς αὐτοῦ ἐν μέσῳ λαοῦ ἐξείλατό με ἐκ χειρὸς καταδιωκόντων με
3For God breaketh the battles: for among the camps in the midst of the people he hath delivered me out of the hands of them that persecuted me.
ἦλθεν ασσουρ ἐξ ὀρέων ἀπὸ βορρᾶ ἦλθεν ἐν μυριάσι δυνάμεως αὐτοῦ ὧν τὸ πλῆθος αὐτῶν ἐνέφραξεν χειμάρρους καὶ ἡ ἵππος αὐτῶν ἐκάλυψεν βουνούς
4Assur came out of the mountains from the north, he came with ten thousands of his army, the multitude whereof stopped the torrents, and their horsemen have covered the hills.
εἶπεν ἐμπρήσειν τὰ ὅριά μου καὶ τοὺς νεανίσκους μου ἀνελεῖν ἐν ῥομφαίᾳ καὶ τὰ θηλάζοντά μου θήσειν εἰς ἔδαφος καὶ τὰ νήπιά μου δώσειν εἰς προνομὴν καὶ τὰς παρθένους μου σκυλεῦσαι
5He bragged that he would burn up my borders, and kill my young men with the sword, and dash the sucking children against the ground, and make mine infants as a prey, and my virgins as a spoil.
κύριος παντοκράτωρ ἠθέτησεν αὐτοὺς ἐν χειρὶ θηλείας
6But the Almighty Lord hath disappointed them by the hand of a woman.
οὐ γὰρ ὑπέπεσεν ὁ δυνατὸς αὐτῶν ὑπὸ νεανίσκων οὐδὲ υἱοὶ τιτάνων ἐπάταξαν αὐτόν οὐδὲ ὑψηλοὶ γίγαντες ἐπέθεντο αὐτῷ ἀλλὰ ιουδιθ θυγάτηρ μεραρι ἐν κάλλει προσώπου αὐτῆς παρέλυσεν αὐτόν
7For the mighty one did not fall by the young men, neither did the sons of the Titans smite him, nor high giants set upon him: but Judith the daughter of Merari weakened him with the beauty of her countenance.
ἐξεδύσατο γὰρ στολὴν χηρεύσεως αὐτῆς εἰς ὕψος τῶν πονούντων ἐν ισραηλ ἠλείψατο τὸ πρόσωπον αὐτῆς ἐν μυρισμῷ
8For she put off the garment of her widowhood for the exaltation of those that were oppressed in Israel, and anointed her face with ointment, and bound her hair in a tire, and took a linen garment to deceive him.
καὶ ἐδήσατο τὰς τρίχας αὐτῆς ἐν μίτρᾳ καὶ ἔλαβεν στολὴν λινῆν εἰς ἀπάτην αὐτοῦ
9Her sandals ravished his eyes, her beauty took his mind prisoner, and the fauchion passed through his neck.
τὸ σανδάλιον αὐτῆς ἥρπασεν ὀφθαλμὸν αὐτοῦ καὶ τὸ κάλλος αὐτῆς ᾐχμαλώτισεν ψυχὴν αὐτοῦ διῆλθεν ὁ ἀκινάκης τὸν τράχηλον αὐτοῦ
10The Persians quaked at her boldness, and the Medes were daunted at her hardiness.
ἔφριξαν πέρσαι τὴν τόλμαν αὐτῆς καὶ μῆδοι τὸ θράσος αὐτῆς ἐταράχθησαν
11Then my afflicted shouted for joy, and my weak ones cried aloud; but they were astonished: these lifted up their voices, but they were overthrown.
τότε ἠλάλαξαν οἱ ταπεινοί μου καὶ ἐφοβήθησαν οἱ ἀσθενοῦντές μου καὶ ἐπτοήθησαν ὕψωσαν τὴν φωνὴν αὐτῶν καὶ ἀνετράπησαν
12The sons of the damsels have pierced them through, and wounded them as fugatives’ children: they perished by the battle of the Lord.
υἱοὶ κορασίων κατεκέντησαν αὐτοὺς καὶ ὡς παῖδας αὐτομολούντων ἐτίτρωσκον αὐτούς ἀπώλοντο ἐκ παρατάξεως κυρίου μου
13I will sing unto the Lord a new song: O Lord, thou art great and glorious, wonderful in strength, and invincible.
ὑμνήσω τῷ θεῷ μου ὕμνον καινόν κύριε μέγας εἶ καὶ ἔνδοξος θαυμαστὸς ἐν ἰσχύι ἀνυπέρβλητος
14Let all creatures serve thee: for thou spakest, and they were made, thou didst send forth thy spirit, and it created them, and there is none that can resist thy voice.
σοὶ δουλευσάτω πᾶσα ἡ κτίσις σου ὅτι εἶπας καὶ ἐγενήθησαν ἀπέστειλας τὸ πνεῦμά σου καὶ ᾠκοδόμησεν καὶ οὐκ ἔστιν ὃς ἀντιστήσεται τῇ φωνῇ σου
15For the mountains shall be moved from their foundations with the waters, the rocks shall melt as wax at thy presence: yet thou art merciful to them that fear thee.
ὄρη γὰρ ἐκ θεμελίων σὺν ὕδασιν σαλευθήσεται πέτραι δ' ἀπὸ προσώπου σου ὡς κηρὸς τακήσονται ἔτι δὲ τοῖς φοβουμένοις σε σὺ εὐιλατεύσεις αὐτοῖς
16For all sacrifice is too little for a sweet savour unto thee, and all the fat is not sufficient for thy burnt offering: but he that feareth the Lord is great at all times.
ὅτι μικρὸν πᾶσα θυσία εἰς ὀσμὴν εὐωδίας καὶ ἐλάχιστον πᾶν στέαρ εἰς ὁλοκαύτωμά σοι ὁ δὲ φοβούμενος τὸν κύριον μέγας διὰ παντός
17Woe to the nations that rise up against my kindred! the Lord Almighty will take vengeance of them in the day of judgment, in putting fire and worms in their flesh; and they shall feel them, and weep for ever.
οὐαὶ ἔθνεσιν ἐπανιστανομένοις τῷ γένει μου κύριος παντοκράτωρ ἐκδικήσει αὐτοὺς ἐν ἡμέρᾳ κρίσεως δοῦναι πῦρ καὶ σκώληκας εἰς σάρκας αὐτῶν καὶ κλαύσονται ἐν αἰσθήσει ἕως αἰῶνος
18Now as soon as they entered into Jerusalem, they worshipped the Lord; and as soon as the people were purified, they offered their burnt offerings, and their free offerings, and their gifts.
ὡς δὲ ἤλθοσαν εἰς ιερουσαλημ προσεκύνησαν τῷ θεῷ καὶ ἡνίκα ἐκαθαρίσθη ὁ λαός ἀνήνεγκαν τὰ ὁλοκαυτώματα αὐτῶν καὶ τὰ ἑκούσια αὐτῶν καὶ τὰ δόματα
19Judith also dedicated all the stuff of Holofernes, which the people had given her, and gave the canopy, which she had taken out of his bedchamber, for a gift unto the Lord.
καὶ ἀνέθηκεν ιουδιθ πάντα τὰ σκεύη ολοφέρνου ὅσα ἔδωκεν ὁ λαὸς αὐτῇ καὶ τὸ κωνώπιον ὃ ἔλαβεν ἑαυτῇ ἐκ τοῦ κοιτῶνος αὐτοῦ εἰς ἀνάθημα τῷ θεῷ ἔδωκεν
20So the people continued feasting in Jerusalem before the sanctuary for the space of three months and Judith remained with them.
καὶ ἦν ὁ λαὸς εὐφραινόμενος ἐν ιερουσαλημ κατὰ πρόσωπον τῶν ἁγίων ἐπὶ μῆνας τρεῖς καὶ ιουδιθ μετ' αὐτῶν κατέμεινεν
21After this time every one returned to his own inheritance, and Judith went to Bethulia, and remained in her own possession, and was in her time honourable in all the country.
μετὰ δὲ τὰς ἡμέρας ταύτας ἀνέζευξεν ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ καὶ ιουδιθ ἀπῆλθεν εἰς βαιτυλουα καὶ κατέμεινεν ἐπὶ τῆς ὑπάρξεως αὐτῆς καὶ ἐγένετο κατὰ τὸν καιρὸν αὐτῆς ἔνδοξος ἐν πάσῃ τῇ γῇ
22And many desired her, but none knew her all the days of her life, after that Manasses her husband was dead, and was gathered to his people.
καὶ πολλοὶ ἐπεθύμησαν αὐτήν καὶ οὐκ ἔγνω ἀνὴρ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτῆς ἀφ' ἧς ἡμέρας ἀπέθανεν μανασσης ὁ ἀνὴρ αὐτῆς καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ
23But she increased more and more in honour, and waxed old in her husband’s house, being an hundred and five years old, and made her maid free; so she died in Bethulia: and they buried her in the cave of her husband Manasses.
καὶ ἦν προβαίνουσα μεγάλη σφόδρα καὶ ἐγήρασεν ἐν τῷ οἴκῳ τοῦ ἀνδρὸς αὐτῆς ἔτη ἑκατὸν πέντε καὶ ἀφῆκεν τὴν ἅβραν αὐτῆς ἐλευθέραν καὶ ἀπέθανεν εἰς βαιτυλουα καὶ ἔθαψαν αὐτὴν ἐν τῷ σπηλαίῳ τοῦ ἀνδρὸς αὐτῆς μανασση
24And the house of Israel lamented her seven days: and before she died, she did distribute her goods to all them that were nearest of kindred to Manasses her husband, and to them that were the nearest of her kindred.
καὶ ἐπένθησεν αὐτὴν οἶκος ισραηλ ἡμέρας ἑπτά καὶ διεῖλεν τὰ ὑπάρχοντα αὐτῆς πρὸ τοῦ ἀποθανεῖν αὐτὴν πᾶσι τοῖς ἔγγιστα μανασση τοῦ ἀνδρὸς αὐτῆς καὶ τοῖς ἔγγιστα τοῦ γένους αὐτῆς
25And there was none that made the children of Israel any more afraid in the days of Judith, nor a long time after her death.
καὶ οὐκ ἦν ἔτι ὁ ἐκφοβῶν τοὺς υἱοὺς ισραηλ ἐν ταῖς ἡμέραις ιουδιθ καὶ μετὰ τὸ ἀποθανεῖν αὐτὴν ἡμέρας πολλάς