Testament of Simeon 2

1AND my father asked concerning me, because he saw that I was sad; and I said unto him, I am pained in my liver.
Ἦν δὲ ὁ πατήρ μου ἐρωτῶν περὶ ἐμοῦ ὅτι ἑώρακέ με σκυθρωπόν, καὶ ἔλεγον αὐτῷ ὅτι τὰ ἡπατά μου ὀγκοῦμαι. (10876)
2For I mourned more than they all, because I was guilty of the selling of Joseph.
Ἐπένθουν γὰρ παρὰ πάντας ὅτι ἐγὼ ἥμην αἴτιος τῆς πράσεως Ἰωσήφ. (6884)
3And when we went down into Egypt, and he bound me as a spy, I knew that I was suffering justly, and I grieved not.
Καὶ ὅτε κατέβημεν εἰς Αἴγυπτον, καὶ ἔδησέ με ὡς κατάσκοπον, ἔγνων ὅτι δικαίως πάσχω καὶ οὐκ ἐλυπούμην. (9694)
4Now Joseph was a good man, and had the Spirit of God within him: being compassionate and pitiful, he bore no malice against me; but loved me even as the rest of his brethren.
Ἰωσὴφ δὲ ἦν ἀγαθὸς ἀνήρ, καὶ ἔχων πνεῦμα θεοῦ ἐν αὐτῷ, εὔσπλαγχνος καὶ ἐλεήμων ὑπάρχων οὐκ ἐμνησικάκησέν με, ἀλλὰ ἠγάπησέ με σὺν τοῖς ἀδελφοῖς μου. (14893)
5Beware, therefore, my children, of all jealousy and envy, and walk in singleness of heart, that God may give you also grace and glory, and blessing upon your heads, even as ye saw in Joseph's case.
Φυλάξασθε οὖν ὑμεῖς, τέκνα μου, ἀπὸ παντὸς ζήλου καὶ φθόνου καὶ πορεύεσθε ἐν ἁπλότητι καρδίας, ἵνα δῷ καὶ ὑμῖν ὁ Θεὸς χάριν καὶ δόξαν καὶ εὐλογίαν ἐπὶ τὰς κεφαλὰς ὑμῶν, καθὼς ἴδετε ἐν Ἰωσήφ. (16756)
6All his days he reproached us not concerning this thing, but loved us as his own soul, and beyond his own sons glorified us, and gave us riches, and cattle and fruits.
Πάσας τὰς ἡμέρας οὐκ ὠνείδισεν ἡμᾶς περὶ τοῦ πράγματος τούτου, ἀλλ' ἠγάπησεν ἡμᾶς ὡς τὴν ψυχὴν αὐτοῦ καὶ ὑπὲρ τοὺς υἱοὺς αὐτοῦ ἐδόξασεν ἡμᾶς, καὶ πλοῦτον καὶ κτήνη καὶ καρπὸν ἐχαρίσατο ἡμῖν. (19138)
7Do ye also, my children, love each one his brother with a good heart, and the spirit of envy will withdraw from you.
Καὶ ὑμεῖς, τέκνα μου, ἀγαπήσατε ἕκαστος τὸν ἀδελφὸν αὐτοῦ ἐν ἀγαθῇ καρδίᾳ, καὶ ἀποστήσεται ἀφ' ὑμῶν τὸ πνεῦμα τοῦ φθόνου. (11243)
8For this maketh savage the soul and destroyeth the body; it causeth anger and war in the mind, and stirreth up unto deeds of blood, and leadeth the mind into frenzy, and causeth tumult to the soul and trembling to the body.
Ὅτι ἀγριοῖ τοῦτο τὴν ψυχήν, καὶ φθείρει τὸ σῶμα, ὀργὴν καὶ πόλεμον παρέχει τῷ διαβουλίῳ, καὶ εἰς αἵματα παροξύνει, καὶ εἰς ἔκστασιν ἄγει τὴν διάνοιαν, καὶ κλόνον παρέχει τῇ ψυχῇ καὶ τρόμον τῷ σώματι. (18976)
9For even in sleep malicious jealousy gnaweth, and with wicked spirits disturbeth the soul, and causeth the body to be troubled, and waketh the mind from sleep in confusion; and as a wicked and poisonous spirit, so appeareth it to men.
Ὅτι καὶ ἐν ὕπνῳ τις ζῆλος κακίας αὐτὸν φαντάζουσα κατεσθίει καὶ πνεύμασι πονηροῖς διαταράσσει τὴν ψυχὴν αὐτοῦ, καὶ ἐκθροεῖσθαι τὸ σῶμα ποιεῖ, καὶ ἐν ταραχῇ διυπνίζει τὸν νοῦν, καὶ ὡς πνεῦμα πονηρὸν καὶ ἰοβόλον, οὕτως φαίνεται τοῖς ἀνθρώποις. (22941)
10Therefore was Joseph comely in appearance, and goodly to look upon, because no wickedness dwelt in him; for some of the trouble of the spirit the face manifesteth.
Διὰ τοῦτο Ἰωσὴφ ἦν ὡραῖος τῷ εἴδει, καὶ καλὸς τῇ ὄψει, ὅτι οὐκ ἐνοίκησεν ἐν αὐτῷ οὐδὲν πονηρόν· ἐκ γὰρ τῆς ταραχῆς τοῦ πνεύματος τὸ πρόσωπον δηλοῖ. (15997)
11And now, my children, make your hearts good before the Lord, and your ways straight before men, and ye shall find grace before the Lord and men.
Καὶ νῦν, τέκνα μου, Ἀγαθύνατε τὰς καρδίας ὑμῶν ἐνώπιον Κυρίου, καὶ εὐθύνατε τὰς ὁδοὺς ὑμῶν ἐνώπιον τῶν ἀνθρώπων καὶ ἔσεσθε εὑρίσκοντες χάριν ἐνώπιον Κυρίου καὶ ἀνθρώπων. (20782)
12Beware, therefore, of fornication, for fornication is mother of all evils, separating from God, and bringing near to Beliar.
Φυλάξασθε οὖν ἀπὸ τῆς πορνείας, ὅτι ἡ πορνεία μήτηρ ἐστὶ τῶν κακῶν, χωρίζουσα ἀπὸ τοῦ θεοῦ καὶ προσεγγίζουσα τῷ Βελίαρ. (12638)
13For I have seen it inscribed in the writing of Enoch that your sons shall be corrupted in fornication, and shall do harm to the sons of Levi with the sword.
Ἑώρακα γὰρ ἐγὼ ἐν χαρακτῆρι γραφῆς Ἐνὼχ, ὅτι οἱ υἱοὶ ὑμῶν ἐν πορνείᾳ φθαρήσονται, καὶ τοῖς υἱοῖς Λευὶ ἀδικήσουσιν ἐν ῥομφαίᾳ. (12657)
14But they shall not be able to withstand Levi; for he shall wage the war of the Lord, and shall conquer all your hosts.
Ἀλλ' οὐ δυνήσονται πρὸς Λευὶ ἀντιστῆναι, ὅτι πόλεμον Κυρίου πολεμήσει καὶ νικήσει πᾶσαν παρεμβολὴν ὑμῶν. (7964)
15And they shall be few in number, divided in Levi and Judah, and there shall be none of you for sovereignty, even as also our father prophesied in his blessings.
Καὶ ἔσονται ὀλιγοστοὶ ἐπιμεριζόμενοι ἐν τῷ Λευὶ καὶ ἐν τῷ Ἰούδᾳ καὶ οὐκ ἔσται ἐξ ὑμῶν τις εἰς ἡγεμονίαν καθὼς καὶ ὁ πατὴρ ἡμῶν προεφήτευσεν ἐν ταῖς εὐλογίαις. (14093)