1Now when I was come home again, and my wife Anna was restored unto me, with my son Tobias, in the feast of Pentecost, which is the holy feast of the seven weeks, there was a good dinner prepared me, in the which I sat down to eat.
ὅτε δὲ κατῆλθον εἰς τὸν οἶκόν μου καὶ ἀπεδόθη μοι αννα ἡ γυνή μου καὶ τωβιας ὁ υἱός μου ἐν τῇ πεντηκοστῇ τῇ ἑορτῇ ἥ ἐστιν ἁγία ἑπτὰ ἑβδομάδων ἐγενήθη ἄριστον καλόν μοι καὶ ἀνέπεσα τοῦ φαγεῖν
2And when I saw abundance of meat, I said to my son, Go and bring what poor man soever thou shalt find out of our brethren, who is mindful of the Lord; and, lo, I tarry for thee.
καὶ ἐθεασάμην ὄψα πολλὰ καὶ εἶπα τῷ υἱῷ μου βάδισον καὶ ἄγαγε ὃν ἐὰν εὕρῃς τῶν ἀδελφῶν ἡμῶν ἐνδεῆ ὃς μέμνηται τοῦ κυρίου καὶ ἰδοὺ μενῶ σε
3But he came again, and said, Father, one of our nation is strangled, and is cast out in the marketplace.
καὶ ἐλθὼν εἶπεν πάτερ εἷς ἐκ τοῦ γένους ἡμῶν ἐστραγγαλωμένος ἔρριπται ἐν τῇ ἀγορᾷ
4Then before I had tasted of any meat, I started up, and took him up into a room until the going down of the sun.
κἀγὼ πρὶν ἢ γεύσασθαί με ἀναπηδήσας ἀνειλόμην αὐτὸν εἴς τι οἴκημα ἕως οὗ ἔδυ ὁ ἥλιος
5Then I returned, and washed myself, and ate my meat in heaviness,
καὶ ἐπιστρέψας ἐλουσάμην καὶ ἤσθιον τὸν ἄρτον μου ἐν λύπῃ
6Remembering that prophecy of Amos, as he said, Your feasts shall be turned into mourning, and all your mirth into lamentation.
καὶ ἐμνήσθην τῆς προφητείας αμως καθὼς εἶπεν στραφήσονται αἱ ἑορταὶ ὑμῶν εἰς πένθος καὶ πᾶσαι αἱ εὐφροσύναι ὑμῶν εἰς θρῆνον καὶ ἔκλαυσα
7Therefore I wept: and after the going down of the sun I went and made a grave, and buried him.
καὶ ὅτε ἔδυ ὁ ἥλιος ᾠχόμην καὶ ὀρύξας ἔθαψα αὐτόν
8But my neighbours mocked me, and said, This man is not yet afraid to be put to death for this matter: who fled away; and yet, lo, he burieth the dead again.
καὶ οἱ πλησίον ἐπεγέλων λέγοντες οὐκέτι φοβεῖται φονευθῆναι περὶ τοῦ πράγματος τούτου καὶ ἀπέδρα καὶ ἰδοὺ πάλιν θάπτει τοὺς νεκρούς
9The same night also I returned from the burial, and slept by the wall of my courtyard, being polluted and my face was uncovered:
καὶ ἐν αὐτῇ τῇ νυκτὶ ἀνέλυσα θάψας καὶ ἐκοιμήθην μεμιαμμένος παρὰ τὸν τοῖχον τῆς αὐλῆς καὶ τὸ πρόσωπόν μου ἀκάλυπτον ἦν
10And I knew not that there were sparrows in the wall, and mine eyes being open, the sparrows muted warm dung into mine eyes, and a whiteness came in mine eyes: and I went to the physicians, but they helped me not: moreover Achiacharus did nourish me, until I went into Elymais.
καὶ οὐκ ᾔδειν ὅτι στρουθία ἐν τῷ τοίχῳ ἐστίν καὶ τῶν ὀφθαλμῶν μου ἀνεῳγότων ἀφώδευσαν τὰ στρουθία θερμὸν εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐγενήθη λευκώματα εἰς τοὺς ὀφθαλμούς μου καὶ ἐπορεύθην πρὸς ἰατρούς καὶ οὐκ ὠφέλησάν με αχιαχαρος δὲ ἔτρεφέν με ἕως οὗ ἐπορεύθη εἰς τὴν ἐλυμαΐδα
11And my wife Anna did take women’s works to do.
καὶ ἡ γυνή μου αννα ἠριθεύετο ἐν τοῖς γυναικείοις
12And when she had sent them home to the owners, they paid her wages, and gave her also besides a kid.
καὶ ἀπέστελλε τοῖς κυρίοις καὶ ἀπέδωκαν αὐτῇ καὶ αὐτοὶ τὸν μισθὸν προσδόντες καὶ ἔριφον
13And when it was in my house, and began to cry, I said unto her, From whence is this kid? is it not stolen? render it to the owners; for it is not lawful to eat any thing that is stolen.
ὅτε δὲ ἦλθεν πρός με ἤρξατο κράζειν καὶ εἶπα αὐτῇ πόθεν τὸ ἐρίφιον μὴ κλεψιμαῖόν ἐστιν ἀπόδος αὐτὸ τοῖς κυρίοις οὐ γὰρ θεμιτόν ἐστιν φαγεῖν κλεψιμαῖον
14But she replied upon me, It was given for a gift more than the wages. Howbeit I did not believe her, but bade her render it to the owners: and I was abashed at her. But she replied upon me, Where are thine alms and thy righteous deeds? behold, thou and all thy works are known.
ἡ δὲ εἶπεν δῶρον δέδοταί μοι ἐπὶ τῷ μισθῷ καὶ οὐκ ἐπίστευον αὐτῇ καὶ ἔλεγον ἀποδιδόναι αὐτὸ τοῖς κυρίοις καὶ ἠρυθρίων πρὸς αὐτήν ἡ δὲ ἀποκριθεῖσα εἶπέν μοι ποῦ εἰσιν αἱ ἐλεημοσύναι σου καὶ αἱ δικαιοσύναι σου ἰδοὺ γνωστὰ πάντα μετὰ σοῦ