Tobit 14
1So Tobit made an end of praising God.
καὶ ἐπαύσατο ἐξομολογούμενος τωβιτ
2And he was eight and fifty years old when he lost his sight, which was restored to him after eight years: and he gave alms, and he increased in the fear of the Lord God, and praised him.
καὶ ἦν ἐτῶν πεντήκοντα ὀκτώ ὅτε ἀπώλεσεν τὰς ὄψεις καὶ μετὰ ἔτη ὀκτὼ ἀνέβλεψεν καὶ ἐποίει ἐλεημοσύνας καὶ προσέθετο φοβεῖσθαι κύριον τὸν θεὸν καὶ ἐξομολογεῖσθαι αὐτῷ
3And when he was very aged he called his son, and the sons of his son, and said to him, My son, take thy children; for, behold, I am aged, and am ready to depart out of this life.
μεγάλως δὲ ἐγήρασεν καὶ ἐκάλεσεν τὸν υἱὸν αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπεν αὐτῷ τέκνον λαβὲ τοὺς υἱούς σου ἰδοὺ γεγήρακα καὶ πρὸς τὸ ἀποτρέχειν ἐκ τοῦ ζῆν εἰμι
4Go into Media my son, for I surely believe those things which Jonas the prophet spake of Nineve, that it shall be overthrown; and that for a time peace shall rather be in Media; and that our brethren shall lie scattered in the earth from that good land: and Jerusalem shall be desolate, and the house of God in it shall be burned, and shall be desolate for a time;
ἄπελθε εἰς τὴν μηδίαν τέκνον ὅτι πέπεισμαι ὅσα ἐλάλησεν ιωνας ὁ προφήτης περὶ νινευη ὅτι καταστραφήσεται ἐν δὲ τῇ μηδίᾳ ἔσται εἰρήνη μᾶλλον ἕως καιροῦ καὶ ὅτι οἱ ἀδελφοὶ ἡμῶν ἐν τῇ γῇ σκορπισθήσονται ἀπὸ τῆς ἀγαθῆς γῆς καὶ ιεροσόλυμα ἔσται ἔρημος καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ κατακαήσεται καὶ ἔρημος ἔσται μέχρι χρόνου
5And that again God will have mercy on them, and bring them again into the land, where they shall build a temple, but not like to the first, until the time of that age be fulfilled; and afterward they shall return from all places of their captivity, and build up Jerusalem gloriously, and the house of God shall be built in it for ever with a glorious building, as the prophets have spoken thereof.
καὶ πάλιν ἐλεήσει αὐτοὺς ὁ θεὸς καὶ ἐπιστρέψει αὐτοὺς εἰς τὴν γῆν καὶ οἰκοδομήσουσιν τὸν οἶκον οὐχ οἷος ὁ πρότερος ἕως πληρωθῶσιν καιροὶ τοῦ αἰῶνος καὶ μετὰ ταῦτα ἐπιστρέψουσιν ἐκ τῶν αἰχμαλωσιῶν καὶ οἰκοδομήσουσιν ιερουσαλημ ἐντίμως καὶ ὁ οἶκος τοῦ θεοῦ ἐν αὐτῇ οἰκοδομηθήσεται εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος οἰκοδομῇ ἐνδόξῳ καθὼς ἐλάλησαν περὶ αὐτῆς οἱ προφῆται
6And all nations shall turn, and fear the Lord God truly, and shall bury their idols.
καὶ πάντα τὰ ἔθνη ἐπιστρέψουσιν ἀληθινῶς φοβεῖσθαι κύριον τὸν θεὸν καὶ κατορύξουσιν τὰ εἴδωλα αὐτῶν καὶ εὐλογήσουσιν πάντα τὰ ἔθνη τὸν κύριον
7So shall all nations praise the Lord, and his people shall confess God, and the Lord shall exalt his people; and all those which love the Lord God in truth and justice shall rejoice, shewing mercy to our brethren.
καὶ ὁ λαὸς αὐτοῦ ἐξομολογήσεται τῷ θεῷ καὶ ὑψώσει κύριος τὸν λαὸν αὐτοῦ καὶ χαρήσονται πάντες οἱ ἀγαπῶντες κύριον τὸν θεὸν ἐν ἀληθείᾳ καὶ δικαιοσύνῃ ποιοῦντες ἔλεος τοῖς ἀδελφοῖς ἡμῶν
8And now, my son, depart out of Nineve, because that those things which the prophet Jonas spake shall surely come to pass.
καὶ νῦν τέκνον ἄπελθε ἀπὸ νινευη ὅτι πάντως ἔσται ἃ ἐλάλησεν ὁ προφήτης ιωνας
9But keep thou the law and the commandments, and shew thyself merciful and just, that it may go well with thee.
σὺ δὲ τήρησον τὸν νόμον καὶ τὰ προστάγματα καὶ γίνου φιλελεήμων καὶ δίκαιος ἵνα σοι καλῶς ᾖ καὶ θάψον με καλῶς καὶ τὴν μητέρα σου μετ' ἐμοῦ καὶ μηκέτι αὐλισθῆτε εἰς νινευη
10And bury me decently, and thy mother with me; but tarry no longer at Nineve. Remember, my son, how Aman handled Achiacharus that brought him up, how out of light he brought him into darkness, and how he rewarded him again: yet Achiacharus was saved, but the other had his reward: for he went down into darkness. Manasses gave alms, and escaped the snares of death which they had set for him: but Aman fell into the snare, and perished.
τέκνον ἰδὲ τί ἐποίησεν αμαν αχιαχάρῳ τῷ θρέψαντι αὐτόν ὡς ἐκ τοῦ φωτὸς ἤγαγεν αὐτὸν εἰς τὸ σκότος καὶ ὅσα ἀνταπέδωκεν αὐτῷ καὶ αχιαχαρος μὲν ἐσώθη ἐκείνῳ δὲ τὸ ἀνταπόδομα ἀπεδόθη καὶ αὐτὸς κατέβη εἰς τὸ σκότος μανασσης ἐποίησεν ἐλεημοσύνην καὶ ἐσώθη ἐκ παγίδος θανάτου ἧς ἔπηξεν αὐτῷ αμαν δὲ ἐνέπεσεν εἰς τὴν παγίδα καὶ ἀπώλετο
11Wherefore now, my son, consider what alms doeth, and how righteousness doth deliver. When he had said these things, he gave up the ghost in the bed, being an hundred and eight and fifty years old; and he buried him honourably.
καὶ νῦν παιδία ἴδετε τί ἐλεημοσύνη ποιεῖ καὶ τί δικαιοσύνη ῥύεται καὶ ταῦτα αὐτοῦ λέγοντος ἐξέλιπεν αὐτοῦ ἡ ψυχὴ ἐπὶ τῆς κλίνης ἦν δὲ ἐτῶν ἑκατὸν πεντήκοντα ὀκτώ καὶ ἔθαψεν αὐτὸν ἐνδόξως
12And when Anna his mother was dead, he buried her with his father. But Tobias departed with his wife and children to Ecbatane to Raguel his father in law,
καὶ ὅτε ἀπέθανεν αννα ἔθαψεν αὐτὴν μετὰ τοῦ πατρὸς αὐτοῦ ἀπῆλθεν δὲ τωβιας μετὰ τῆς γυναικὸς αὐτοῦ καὶ τῶν υἱῶν αὐτοῦ εἰς ἐκβάτανα πρὸς ραγουηλ τὸν πενθερὸν αὐτοῦ
13Where he became old with honour, and he buried his father and mother in law honourably, and he inherited their substance, and his father Tobit’s.
καὶ ἐγήρασεν ἐντίμως καὶ ἔθαψεν τοὺς πενθεροὺς αὐτοῦ ἐνδόξως καὶ ἐκληρονόμησεν τὴν οὐσίαν αὐτῶν καὶ τωβιτ τοῦ πατρὸς αὐτοῦ
14And he died at Ecbatane in Media, being an hundred and seven and twenty years old.
καὶ ἀπέθανεν ἐτῶν ἑκατὸν εἴκοσι ἑπτὰ ἐν ἐκβατάνοις τῆς μηδίας
15But before he died he heard of the destruction of Nineve, which was taken by Nabuchodonosor and Assuerus: and before his death he rejoiced over Nineve.
καὶ ἤκουσεν πρὶν ἢ ἀποθανεῖν αὐτὸν τὴν ἀπώλειαν νινευη ἣν ᾐχμαλώτισεν ναβουχοδονοσορ καὶ ασυηρος ἐχάρη πρὸ τοῦ ἀποθανεῖν ἐπὶ νινευη