1 Maccabees 5
1Now when the nations round about heard that the altar was built and the sanctuary renewed as before, it displeased them very much.
καὶ ἐγένετο ὅτε ἤκουσαν τὰ ἔθνη κυκλόθεν ὅτι ᾠκοδομήθη τὸ θυσιαστήριον καὶ ἐνεκαινίσθη τὸ ἁγίασμα ὡς τὸ πρότερον καὶ ὠργίσθησαν σφόδρα
2Wherefore they thought to destroy the generation of Jacob that was among them, and thereupon they began to slay and destroy the people.
καὶ ἐβουλεύσαντο τοῦ ἆραι τὸ γένος ιακωβ τοὺς ὄντας ἐν μέσῳ αὐτῶν καὶ ἤρξαντο τοῦ θανατοῦν ἐν τῷ λαῷ καὶ ἐξαίρειν
3Then Judas fought against the children of Esau in Idumea at Arabattine, because they besieged Israel: and he gave them a great overthrow, and abated their courage, and took their spoils.
καὶ ἐπολέμει ιουδας πρὸς τοὺς υἱοὺς ησαυ ἐν τῇ ιδουμαίᾳ τὴν ακραβαττήνην ὅτι περιεκάθηντο τὸν ισραηλ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ συνέστειλεν αὐτοὺς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν
4Also he remembered the injury of the children of Bean, who had been a snare and an offence unto the people, in that they lay in wait for them in the ways.
καὶ ἐμνήσθη τῆς κακίας υἱῶν βαιαν οἳ ἦσαν τῷ λαῷ εἰς παγίδα καὶ σκάνδαλον ἐν τῷ ἐνεδρεύειν αὐτοὺς ἐν ταῖς ὁδοῖς
5He shut them up therefore in the towers, and encamped against them, and destroyed them utterly, and burned the towers of that place with fire, and all that were therein.
καὶ συνεκλείσθησαν ὑπ' αὐτοῦ εἰς τοὺς πύργους καὶ παρενέβαλεν ἐπ' αὐτοὺς καὶ ἀνεθεμάτισεν αὐτοὺς καὶ ἐνεπύρισε τοὺς πύργους αὐτῆς ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐνοῦσιν
6Afterward he passed over to the children of Ammon, where he found a mighty power, and much people, with Timotheus their captain.
καὶ διεπέρασεν ἐπὶ τοὺς υἱοὺς αμμων καὶ εὗρεν χεῖρα κραταιὰν καὶ λαὸν πολὺν καὶ τιμόθεον ἡγούμενον αὐτῶν
7So he fought many battles with them, till at length they were discomfited before him; and he smote them.
καὶ συνῆψεν πρὸς αὐτοὺς πολέμους πολλούς καὶ συνετρίβησαν πρὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτούς
8And when he had taken Jazar, with the towns belonging thereto, he returned into Judea.
καὶ προκατελάβετο τὴν ιαζηρ καὶ τὰς θυγατέρας αὐτῆς καὶ ἀνέστρεψεν εἰς τὴν ιουδαίαν
9Then the heathen that were at Galaad assembled themselves together against the Israelites that were in their quarters, to destroy them; but they fled to the fortress of Dathema.
καὶ ἐπισυνήχθησαν τὰ ἔθνη τὰ ἐν τῇ γαλααδ ἐπὶ τὸν ισραηλ τοὺς ὄντας ἐπὶ τοῖς ὁρίοις αὐτῶν τοῦ ἐξᾶραι αὐτούς καὶ ἔφυγον εἰς δαθεμα τὸ ὀχύρωμα
10And sent letters unto Judas and his brethren, The heathen that are round about us are assembled together against us to destroy us:
καὶ ἀπέστειλαν γράμματα πρὸς ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λέγοντες ἐπισυνηγμένα ἐστὶν ἐφ' ἡμᾶς τὰ ἔθνη κύκλῳ ἡμῶν τοῦ ἐξᾶραι ἡμᾶς
11And they are preparing to come and take the fortress whereunto we are fled, Timotheus being captain of their host.
καὶ ἑτοιμάζονται ἐλθεῖν καὶ προκαταλαβέσθαι τὸ ὀχύρωμα εἰς ὃ κατεφύγομεν καὶ τιμόθεος ἡγεῖται τῆς δυνάμεως αὐτῶν
12Come now therefore, and deliver us from their hands, for many of us are slain:
νῦν οὖν ἐλθὼν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς αὐτῶν ὅτι πέπτωκεν ἐξ ἡμῶν πλῆθος
13Yea, all our brethren that were in the places of Tobie are put to death: their wives and their children also they have carried away captives, and borne away their stuff; and they have destroyed there about a thousand men.
καὶ πάντες οἱ ἀδελφοὶ ἡμῶν οἱ ὄντες ἐν τοῖς τουβίου τεθανάτωνται καὶ ᾐχμαλωτίκασιν τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα καὶ τὴν ἀποσκευὴν καὶ ἀπώλεσαν ἐκεῖ ὡσεὶ μίαν χιλιαρχίαν ἀνδρῶν
14While these letters were yet reading, behold, there came other messengers from Galilee with their clothes rent, who reported on this wise,
ἔτι αἱ ἐπιστολαὶ ἀνεγιγνώσκοντο καὶ ἰδοὺ ἄγγελοι ἕτεροι παρεγένοντο ἐκ τῆς γαλιλαίας διερρηχότες τὰ ἱμάτια ἀπαγγέλλοντες κατὰ τὰ ῥήματα ταῦτα
15And said, They of Ptolemais, and of Tyrus, and Sidon, and all Galilee of the Gentiles, are assembled together against us to consume us.
λέγοντες ἐπισυνῆχθαι ἐπ' αὐτοὺς ἐκ πτολεμαίδος καὶ τύρου καὶ σιδῶνος καὶ πᾶσαν γαλιλαίαν ἀλλοφύλων τοῦ ἐξαναλῶσαι ἡμᾶς
16Now when Judas and the people heard these words, there assembled a great congregation together, to consult what they should do for their brethren, that were in trouble, and assaulted of them.
ὡς δὲ ἤκουσεν ιουδας καὶ ὁ λαὸς τοὺς λόγους τούτους ἐπισυνήχθη ἐκκλησία μεγάλη βουλεύσασθαι τί ποιήσωσιν τοῖς ἀδελφοῖς αὐτῶν τοῖς οὖσιν ἐν θλίψει καὶ πολεμουμένοις ὑπ' αὐτῶν
17Then said Judas unto Simon his brother, Choose thee out men, and go and deliver thy brethren that are in Galilee, for I and Jonathan my brother will go into the country of Galaad.
καὶ εἶπεν ιουδας σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ἐπίλεξον σεαυτῷ ἄνδρας καὶ πορεύου καὶ ῥῦσαι τοὺς ἀδελφούς σου τοὺς ἐν τῇ γαλιλαίᾳ ἐγὼ δὲ καὶ ιωναθαν ὁ ἀδελφός μου πορευσόμεθα εἰς τὴν γαλααδῖτιν
18So he left Joseph the son of Zacharias, and Azarias, captains of the people, with the remnant of the host in Judea to keep it.
καὶ κατέλιπεν ιωσηπον τὸν τοῦ ζαχαριου καὶ αζαριαν ἡγούμενον τοῦ λαοῦ μετὰ τῶν ἐπιλοίπων τῆς δυνάμεως ἐν τῇ ιουδαίᾳ εἰς τήρησιν
19Unto whom he gave commandment, saying, Take ye the charge of this people, and see that ye make not war against the heathen until the time that we come again.
καὶ ἐνετείλατο αὐτοῖς λέγων πρόστητε τοῦ λαοῦ τούτου καὶ μὴ συνάψητε πόλεμον πρὸς τὰ ἔθνη ἕως τοῦ ἐπιστρέψαι ἡμᾶς
20Now unto Simon were given three thousand men to go into Galilee, and unto Judas eight thousand men for the country of Galaad.
καὶ ἐμερίσθησαν σιμωνι ἄνδρες τρισχίλιοι τοῦ πορευθῆναι εἰς τὴν γαλιλαίαν ιουδα δὲ ἄνδρες ὀκτακισχίλιοι εἰς τὴν γαλααδῖτιν
21Then went Simon into Galilee, where he fought many battles with the heathen, so that the heathen were discomfited by him.
καὶ ἐπορεύθη σιμων εἰς τὴν γαλιλαίαν καὶ συνῆψεν πολέμους πολλοὺς πρὸς τὰ ἔθνη καὶ συνετρίβη τὰ ἔθνη ἀπὸ προσώπου αὐτοῦ
22And he pursued them unto the gate of Ptolemais; and there were slain of the heathen about three thousand men, whose spoils he took.
καὶ ἐδίωξεν αὐτοὺς ἕως τῆς πύλης πτολεμαίδος καὶ ἔπεσον ἐκ τῶν ἐθνῶν εἰς τρισχιλίους ἄνδρας καὶ ἔλαβεν τὰ σκῦλα αὐτῶν
23And those that were in Galilee, and in Arbattis, with their wives and their children, and all that they had, took he away with him, and brought them into Judea with great joy.
καὶ παρέλαβεν τοὺς ἐκ τῆς γαλιλαίας καὶ ἐν αρβαττοις σὺν ταῖς γυναιξὶν καὶ τοῖς τέκνοις καὶ πάντα ὅσα ἦν αὐτοῖς καὶ ἤγαγεν εἰς τὴν ιουδαίαν μετ' εὐφροσύνης μεγάλης
24Judas Maccabeus also and his brother Jonathan went over Jordan, and travelled three days’ journey in the wilderness,
καὶ ιουδας ὁ μακκαβαῖος καὶ ιωναθαν ὁ ἀδελφὸς αὐτοῦ διέβησαν τὸν ιορδάνην καὶ ἐπορεύθησαν ὁδὸν τριῶν ἡμερῶν ἐν τῇ ἐρήμῳ
25Where they met with the Nabathites, who came unto them in a peaceable manner, and told them every thing that had happened to their brethren in the land of Galaad:
καὶ συνήντησαν τοῖς ναβαταίοις καὶ ἀπήντησαν αὐτοῖς εἰρηνικῶς καὶ διηγήσαντο αὐτοῖς πάντα τὰ συμβάντα τοῖς ἀδελφοῖς αὐτῶν ἐν τῇ γαλααδίτιδι
26And how that many of them were shut up in Bosora, and Bosor, and Alema, Casphor, Maked, and Carnaim; all these cities are strong and great:
καὶ ὅτι πολλοὶ ἐξ αὐτῶν συνειλημμένοι εἰσὶν εἰς βοσορρα καὶ βοσορ ἐν αλεμοις χασφω μακεδ καὶ καρναιν πᾶσαι αἱ πόλεις αὗται ὀχυραὶ καὶ μεγάλαι
27And that they were shut up in the rest of the cities of the country of Galaad, and that against to morrow they had appointed to bring their host against the forts, and to take them, and to destroy them all in one day.
καὶ ἐν ταῖς λοιπαῖς πόλεσιν τῆς γαλααδίτιδός εἰσιν συνειλημμένοι εἰς αὔριον τάσσονται παρεμβαλεῖν ἐπὶ τὰ ὀχυρώματα καὶ καταλαβέσθαι καὶ ἐξᾶραι πάντας τούτους ἐν ἡμέρᾳ μιᾷ
28Hereupon Judas and his host turned suddenly by the way of the wilderness unto Bosora; and when he had won the city, he slew all the males with the edge of the sword, and took all their spoils, and burned the city with fire,
καὶ ἀπέστρεψεν ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ ὁδὸν εἰς τὴν ἔρημον βοσορρα ἄφνω καὶ κατελάβετο τὴν πόλιν καὶ ἀπέκτεινε πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἔλαβεν πάντα τὰ σκῦλα αὐτῶν καὶ ἐνέπρησεν αὐτὴν πυρί
29From whence he removed by night, and went till he came to the fortress.
καὶ ἀπῆρεν ἐκεῖθεν νυκτός καὶ ἐπορεύοντο ἕως ἐπὶ τὸ ὀχύρωμα
30And betimes in the morning they looked up, and, behold, there was an innumerable people bearing ladders and other engines of war, to take the fortress: for they assaulted them.
καὶ ἐγένετο ἑωθινῇ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ ἰδοὺ λαὸς πολύς οὗ οὐκ ἦν ἀριθμός αἴροντες κλίμακας καὶ μηχανὰς καταλαβέσθαι τὸ ὀχύρωμα καὶ ἐπολέμουν αὐτούς
31When Judas therefore saw that the battle was begun, and that the cry of the city went up to heaven, with trumpets, and a great sound,
καὶ εἶδεν ιουδας ὅτι ἦρκται ὁ πόλεμος καὶ ἡ κραυγὴ τῆς πόλεως ἀνέβη ἕως οὐρανοῦ σάλπιγξιν καὶ κραυγῇ μεγάλῃ
32He said unto his host, Fight this day for your brethren.
καὶ εἶπεν τοῖς ἀνδράσιν τῆς δυνάμεως πολεμήσατε σήμερον ὑπὲρ τῶν ἀδελφῶν ἡμῶν
33So he went forth behind them in three companies, who sounded their trumpets, and cried with prayer.
καὶ ἐξῆλθεν ἐν τρισὶν ἀρχαῖς ἐξόπισθεν αὐτῶν καὶ ἐσάλπισαν ταῖς σάλπιγξιν καὶ ἐβόησαν ἐν προσευχῇ
34Then the host of Timotheus, knowing that it was Maccabeus, fled from him: wherefore he smote them with a great slaughter; so that there were killed of them that day about eight thousand men.
καὶ ἐπέγνω ἡ παρεμβολὴ τιμοθέου ὅτι μακκαβαῖός ἐστιν καὶ ἔφυγον ἀπὸ προσώπου αὐτοῦ καὶ ἐπάταξεν αὐτοὺς πληγὴν μεγάλην καὶ ἔπεσον ἐξ αὐτῶν ἐν ἐκείνῃ τῇ ἡμέρᾳ εἰς ὀκτακισχιλίους ἄνδρας
35This done, Judas turned aside to Maspha; and after he had assaulted it he took and slew all the males therein, and received the spoils thereof, and burnt it with fire.
καὶ ἀπέκλινεν εἰς αλεμα καὶ ἐπολέμησεν αὐτὴν καὶ κατελάβετο αὐτὴν καὶ ἀπέκτεινεν πᾶν ἀρσενικὸν αὐτῆς καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ ἐνέπρησεν αὐτὴν ἐν πυρί
36From thence went he, and took Casphon, Maged, Bosor, and the other cities of the country of Galaad.
ἐκεῖθεν ἀπῆρεν καὶ προκατελάβετο τὴν χασφω μακεδ καὶ βοσορ καὶ τὰς λοιπὰς πόλεις τῆς γαλααδίτιδος
37After these things gathered Timotheus another host and encamped against Raphon beyond the brook.
μετὰ δὲ τὰ ῥήματα ταῦτα συνήγαγεν τιμόθεος παρεμβολὴν ἄλλην καὶ παρενέβαλεν κατὰ πρόσωπον ραφων ἐκ πέραν τοῦ χειμάρρου
38So Judas sent men to espy the host, who brought him word, saying, All the heathen that be round about us are assembled unto them, even a very great host.
καὶ ἀπέστειλεν ιουδας κατασκοπεῦσαι τὴν παρεμβολήν καὶ ἀπήγγειλαν αὐτῷ λέγοντες ἐπισυνηγμένα εἰσὶν πρὸς αὐτὸν πάντα τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν δύναμις πολλὴ σφόδρα
39He hath also hired the Arabians to help them and they have pitched their tents beyond the brook, ready to come and fight against thee. Upon this Judas went to meet them.
καὶ ἄραβας μεμίσθωνται εἰς βοήθειαν αὐτοῖς καὶ παρεμβάλλουσιν πέραν τοῦ χειμάρρου ἕτοιμοι τοῦ ἐλθεῖν ἐπὶ σὲ εἰς πόλεμον καὶ ἐπορεύθη ιουδας εἰς συνάντησιν αὐτῶν
40Then Timotheus said unto the captains of his host, When Judas and his host come near the brook, if he pass over first unto us, we shall not be able to withstand him; for he will mightily prevail against us:
καὶ εἶπεν τιμόθεος τοῖς ἄρχουσιν τῆς δυνάμεως αὐτοῦ ἐν τῷ ἐγγίζειν ιουδαν καὶ τὴν παρεμβολὴν αὐτοῦ ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ἐὰν διαβῇ πρὸς ἡμᾶς πρότερος οὐ δυνησόμεθα ὑποστῆναι αὐτόν ὅτι δυνάμενος δυνήσεται πρὸς ἡμᾶς
41But if he be afraid, and camp beyond the river, we shall go over unto him, and prevail against him.
ἐὰν δὲ δειλανθῇ καὶ παρεμβάλῃ πέραν τοῦ ποταμοῦ διαπεράσομεν πρὸς αὐτὸν καὶ δυνησόμεθα πρὸς αὐτόν
42Now when Judas came near the brook, he caused the scribes of the people to remain by the brook: unto whom he gave commandment, saying, Suffer no man to remain in the camp, but let all come to the battle.
ὡς δὲ ἤγγισεν ιουδας ἐπὶ τὸν χειμάρρουν τοῦ ὕδατος ἔστησεν τοὺς γραμματεῖς τοῦ λαοῦ ἐπὶ τοῦ χειμάρρου καὶ ἐνετείλατο αὐτοῖς λέγων μὴ ἀφῆτε πάντα ἄνθρωπον παρεμβαλεῖν ἀλλὰ ἐρχέσθωσαν πάντες εἰς τὸν πόλεμον
43So he went first over unto them, and all the people after him: then all the heathen, being discomfited before him, cast away their weapons, and fled unto the temple that was at Carnaim.
καὶ διεπέρασεν ἐπ' αὐτοὺς πρότερος καὶ πᾶς ὁ λαὸς ὄπισθεν αὐτοῦ καὶ συνετρίβησαν πρὸ προσώπου αὐτῶν πάντα τὰ ἔθνη καὶ ἔρριψαν τὰ ὅπλα αὐτῶν καὶ ἔφυγον εἰς τὸ τέμενος καρναιν
44But they took the city, and burned the temple with all that were therein. Thus was Carnaim subdued, neither could they stand any longer before Judas.
καὶ προκατελάβοντο τὴν πόλιν καὶ τὸ τέμενος ἐνεπύρισαν ἐν πυρὶ σὺν πᾶσιν τοῖς ἐν αὐτῷ καὶ ἐτροπώθη καρναιν καὶ οὐκ ἠδύναντο ἔτι ὑποστῆναι κατὰ πρόσωπον ιουδου
45Then Judas gathered together all the Israelites that were in the country of Galaad, from the least unto the greatest, even their wives, and their children, and their stuff, a very great host, to the end they might come into the land of Judea.
καὶ συνήγαγεν ιουδας πάντα ισραηλ τοὺς ἐν τῇ γαλααδίτιδι ἀπὸ μικροῦ ἕως μεγάλου καὶ τὰς γυναῖκας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν καὶ τὴν ἀποσκευήν παρεμβολὴν μεγάλην σφόδρα ἐλθεῖν εἰς γῆν ιουδα
46Now when they came unto Ephron, (this was a great city in the way as they should go, very well fortified) they could not turn from it, either on the right hand or the left, but must needs pass through the midst of it.
καὶ ἦλθον ἕως εφρων καὶ αὕτη πόλις μεγάλη ἐπὶ τῆς ὁδοῦ ὀχυρὰ σφόδρα οὐκ ἦν ἐκκλῖναι ἀπ' αὐτῆς δεξιὰν ἢ ἀριστεράν ἀλλ' ἢ διὰ μέσου αὐτῆς πορεύεσθαι
47Then they of the city shut them out, and stopped up the gates with stones.
καὶ ἀπέκλεισαν αὐτοὺς οἱ ἐκ τῆς πόλεως καὶ ἐνέφραξαν τὰς πύλας λίθοις
48Whereupon Judas sent unto them in peaceable manner, saying, Let us pass through your land to go into our own country, and none shall do you any hurt; we will only pass through on foot: howbeit they would not open unto him.
καὶ ἀπέστειλεν πρὸς αὐτοὺς ιουδας λόγοις εἰρηνικοῖς λέγων διελευσόμεθα διὰ τῆς γῆς σου τοῦ ἀπελθεῖν εἰς τὴν γῆν ἡμῶν καὶ οὐδεὶς κακοποιήσει ὑμᾶς πλὴν τοῖς ποσὶν παρελευσόμεθα καὶ οὐκ ἠβούλοντο ἀνοῖξαι αὐτῷ
49Wherefore Judas commanded a proclamation to be made throughout the host, that every man should pitch his tent in the place where he was.
καὶ ἐπέταξεν ιουδας κηρύξαι ἐν τῇ παρεμβολῇ τοῦ παρεμβαλεῖν ἕκαστον ἐν ᾧ ἐστιν τόπῳ
50So the soldiers pitched, and assaulted the city all that day and all that night, till at the length the city was delivered into his hands:
καὶ παρενέβαλον οἱ ἄνδρες τῆς δυνάμεως καὶ ἐπολέμησεν τὴν πόλιν ὅλην τὴν ἡμέραν ἐκείνην καὶ ὅλην τὴν νύκτα καὶ παρεδόθη ἡ πόλις ἐν χειρὶ αὐτοῦ
51Who then slew all the males with the edge of the sword, and rased the city, and took the spoils thereof, and passed through the city over them that were slain.
καὶ ἀπώλεσεν πᾶν ἀρσενικὸν ἐν στόματι ῥομφαίας καὶ ἐξερρίζωσεν αὐτὴν καὶ ἔλαβεν τὰ σκῦλα αὐτῆς καὶ διῆλθεν διὰ τῆς πόλεως ἐπάνω τῶν ἀπεκταμμένων
52After this went they over Jordan into the great plain before Bethsan.
καὶ διέβησαν τὸν ιορδάνην εἰς τὸ πεδίον τὸ μέγα κατὰ πρόσωπον βαιθσαν
53And Judas gathered together those that came behind, and exhorted the people all the way through, till they came into the land of Judea.
καὶ ἦν ιουδας ἐπισυνάγων τοὺς ἐσχατίζοντας καὶ παρακαλῶν τὸν λαὸν κατὰ πᾶσαν τὴν ὁδόν ἕως ἦλθεν εἰς γῆν ιουδα
54So they went up to mount Sion with joy and gladness, where they offered burnt offerings, because not one of them were slain until they had returned in peace.
καὶ ἀνέβησαν εἰς ὄρος σιων ἐν εὐφροσύνῃ καὶ χαρᾷ καὶ προσήγαγον ὁλοκαυτώματα ὅτι οὐκ ἔπεσεν ἐξ αὐτῶν οὐθεὶς ἕως τοῦ ἐπιστρέψαι ἐν εἰρήνῃ
55Now what time as Judas and Jonathan were in the land of Galaad, and Simon his brother in Galilee before Ptolemais,
καὶ ἐν ταῖς ἡμέραις ἐν αἷς ἦν ιουδας καὶ ιωναθαν ἐν γῇ γαλααδ καὶ σιμων ὁ ἀδελφὸς αὐτοῦ ἐν τῇ γαλιλαίᾳ κατὰ πρόσωπον πτολεμαίδος
56Joseph the son of Zacharias, and Azarias, captains of the garrisons, heard of the valiant acts and warlike deeds which they had done.
ἤκουσεν ιωσηφ ὁ τοῦ ζαχαριου καὶ αζαριας ἄρχοντες τῆς δυνάμεως τῶν ἀνδραγαθιῶν καὶ τοῦ πολέμου οἷα ἐποίησαν
57Wherefore they said, Let us also get us a name, and go fight against the heathen that are round about us.
καὶ εἶπον ποιήσωμεν καὶ αὐτοὶ ἑαυτοῖς ὄνομα καὶ πορευθῶμεν πολεμῆσαι πρὸς τὰ ἔθνη τὰ κύκλῳ ἡμῶν
58So when they had given charge unto the garrison that was with them, they went toward Jamnia.
καὶ παρήγγειλεν τοῖς ἀπὸ τῆς δυνάμεως τῆς μετ' αὐτῶν καὶ ἐπορεύθησαν ἐπὶ ιάμνειαν
59Then came Gorgias and his men out of the city to fight against them.
καὶ ἐξῆλθεν γοργίας ἐκ τῆς πόλεως καὶ οἱ ἄνδρες αὐτοῦ εἰς συνάντησιν αὐτοῖς εἰς πόλεμον
60And so it was, that Joseph and Azaras were put to flight, and pursued unto the borders of Judea: and there were slain that day of the people of Israel about two thousand men.
καὶ ἐτροπώθη ιωσηπος καὶ αζαριας καὶ ἐδιώχθησαν ἕως τῶν ὁρίων τῆς ιουδαίας καὶ ἔπεσον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ τοῦ λαοῦ ισραηλ εἰς δισχιλίους ἄνδρας
61Thus was there a great overthrow among the children of Israel, because they were not obedient unto Judas and his brethren, but thought to do some valiant act.
καὶ ἐγενήθη τροπὴ μεγάλη ἐν τῷ λαῷ ὅτι οὐκ ἤκουσαν ιουδου καὶ τῶν ἀδελφῶν αὐτοῦ οἰόμενοι ἀνδραγαθῆσαι
62Moreover these men came not of the seed of those, by whose hand deliverance was given unto Israel.
αὐτοὶ δὲ οὐκ ἦσαν ἐκ τοῦ σπέρματος τῶν ἀνδρῶν ἐκείνων οἷς ἐδόθη σωτηρία ισραηλ διὰ χειρὸς αὐτῶν
63Howbeit the man Judas and his brethren were greatly renowned in the sight of all Israel, and of all the heathen, wheresoever their name was heard of;
καὶ ὁ ἀνὴρ ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐδοξάσθησαν σφόδρα ἔναντι παντὸς ισραηλ καὶ τῶν ἐθνῶν πάντων οὗ ἠκούετο τὸ ὄνομα αὐτῶν
64Insomuch as the people assembled unto them with joyful acclamations.
καὶ ἐπισυνήγοντο πρὸς αὐτοὺς εὐφημοῦντες
65Afterward went Judas forth with his brethren, and fought against the children of Esau in the land toward the south, where he smote Hebron, and the towns thereof, and pulled down the fortress of it, and burned the towers thereof round about.
καὶ ἐξῆλθεν ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ καὶ ἐπολέμουν τοὺς υἱοὺς ησαυ ἐν τῇ γῇ τῇ πρὸς νότον καὶ ἐπάταξεν τὴν χεβρων καὶ τὰς θυγατέρας αὐτῆς καὶ καθεῖλεν τὰ ὀχυρώματα αὐτῆς καὶ τοὺς πύργους αὐτῆς ἐνεπύρισεν κυκλόθεν
66From thence he removed to go into the land of the Philistines, and passed through Samaria.
καὶ ἀπῆρεν τοῦ πορευθῆναι εἰς γῆν ἀλλοφύλων καὶ διεπορεύετο τὴν μαρισαν
67At that time certain priests, desirous to shew their valour, were slain in battle, for that they went out to fight unadvisedly.
ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔπεσον ἱερεῖς ἐν πολέμῳ βουλόμενοι ἀνδραγαθῆσαι ἐν τῷ αὐτοὺς ἐξελθεῖν εἰς πόλεμον ἀβουλεύτως
68So Judas turned to Azotus in the land of the Philistines, and when he had pulled down their altars, and burned their carved images with fire, and spoiled their cities, he returned into the land of Judea.
καὶ ἐξέκλινεν ιουδας εἰς ἄζωτον γῆν ἀλλοφύλων καὶ καθεῖλεν τοὺς βωμοὺς αὐτῶν καὶ τὰ γλυπτὰ τῶν θεῶν αὐτῶν κατέκαυσεν πυρὶ καὶ ἐσκύλευσεν τὰ σκῦλα τῶν πόλεων καὶ ἐπέστρεψεν εἰς γῆν ιουδα