1 Maccabees 9
1Furthermore, when Demetrius heard that Nicanor and his host were slain in battle, he sent Bacchides and Alcimus into the land of Judea the second time, and with them the chief strength of his host:
καὶ ἤκουσεν δημήτριος ὅτι ἔπεσεν νικάνωρ καὶ ἡ δύναμις αὐτοῦ ἐν πολέμῳ καὶ προσέθετο τὸν βακχίδην καὶ τὸν ἄλκιμον ἐκ δευτέρου ἀποστεῖλαι εἰς γῆν ιουδα καὶ τὸ δεξιὸν κέρας μετ' αὐτῶν
2Who went forth by the way that leadeth to Galgala, and pitched their tents before Masaloth, which is in Arbela, and after they had won it, they slew much people.
καὶ ἐπορεύθησαν ὁδὸν τὴν εἰς γαλγαλα καὶ παρενέβαλον ἐπὶ μαισαλωθ τὴν ἐν αρβηλοις καὶ προκατελάβοντο αὐτὴν καὶ ἀπώλεσαν ψυχὰς ἀνθρώπων πολλάς
3Also the first month of the hundred fifty and second year they encamped before Jerusalem:
καὶ τοῦ μηνὸς τοῦ πρώτου ἔτους τοῦ δευτέρου καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ παρενέβαλον ἐπὶ ιερουσαλημ
4From whence they removed, and went to Berea, with twenty thousand footmen and two thousand horsemen.
καὶ ἀπῆραν καὶ ἐπορεύθησαν εἰς βερεαν ἐν εἴκοσι χιλιάσιν ἀνδρῶν καὶ δισχιλίᾳ ἵππῳ
5Now Judas had pitched his tents at Eleasa, and three thousand chosen men with him:
καὶ ιουδας ἦν παρεμβεβληκὼς ἐν ελασα καὶ τρισχίλιοι ἄνδρες μετ' αὐτοῦ ἐκλεκτοί
6Who seeing the multitude of the other army to be so great were sore afraid; whereupon many conveyed themselves out of the host, insomuch as there abode of them no more but eight hundred men.
καὶ εἶδον τὸ πλῆθος τῶν δυνάμεων ὅτι πολλοί εἰσιν καὶ ἐφοβήθησαν σφόδρα καὶ ἐξερρύησαν πολλοὶ ἀπὸ τῆς παρεμβολῆς οὐ κατελείφθησαν ἐξ αὐτῶν ἀλλ' ἢ ὀκτακόσιοι ἄνδρες
7When Judas therefore saw that his host slipt away, and that the battle pressed upon him, he was sore troubled in mind, and much distressed, for that he had no time to gather them together.
καὶ εἶδεν ιουδας ὅτι ἀπερρύη ἡ παρεμβολὴ αὐτοῦ καὶ ὁ πόλεμος ἔθλιβεν αὐτόν καὶ συνετρίβη τῇ καρδίᾳ ὅτι οὐκ εἶχεν καιρὸν συναγαγεῖν αὐτούς
8Nevertheless unto them that remained he said, Let us arise and go up against our enemies, if peradventure we may be able to fight with them.
καὶ ἐξελύθη καὶ εἶπεν τοῖς καταλειφθεῖσιν ἀναστῶμεν καὶ ἀναβῶμεν ἐπὶ τοὺς ὑπεναντίους ἡμῶν ἐὰν ἄρα δυνώμεθα πολεμῆσαι πρὸς αὐτούς
9But they dehorted him, saying, We shall never be able: let us now rather save our lives, and hereafter we will return with our brethren, and fight against them: for we are but few.
καὶ ἀπέστρεφον αὐτὸν λέγοντες οὐ μὴ δυνώμεθα ἀλλ' ἢ σῴζωμεν τὰς ἑαυτῶν ψυχὰς τὸ νῦν ἐπιστρέψωμεν καὶ οἱ ἀδελφοὶ ἡμῶν καὶ πολεμήσωμεν πρὸς αὐτούς ἡμεῖς δὲ ὀλίγοι
10Then Judas said, God forbid that I should do this thing, and flee away from them: if our time be come, let us die manfully for our brethren, and let us not stain our honour.
καὶ εἶπεν ιουδας μὴ γένοιτο ποιῆσαι τὸ πρᾶγμα τοῦτο φυγεῖν ἀπ' αὐτῶν καὶ εἰ ἤγγικεν ὁ καιρὸς ἡμῶν καὶ ἀποθάνωμεν ἐν ἀνδρείᾳ χάριν τῶν ἀδελφῶν ἡμῶν καὶ μὴ καταλίπωμεν αἰτίαν τῇ δόξῃ ἡμῶν
11With that the host of Bacchides removed out of their tents, and stood over against them, their horsemen being divided into two troops, and their slingers and archers going before the host and they that marched in the foreward were all mighty men.
καὶ ἀπῆρεν ἡ δύναμις ἀπὸ τῆς παρεμβολῆς καὶ ἔστησαν εἰς συνάντησιν αὐτοῖς καὶ ἐμερίσθη ἡ ἵππος εἰς δύο μέρη καὶ οἱ σφενδονῆται καὶ οἱ τοξόται προεπορεύοντο τῆς δυνάμεως καὶ οἱ πρωταγωνισταὶ πάντες οἱ δυνατοί βακχίδης δὲ ἦν ἐν τῷ δεξιῷ κέρατι
12As for Bacchides, he was in the right wing: so the host drew near on the two parts, and sounded their trumpets.
καὶ ἤγγισεν ἡ φάλαγξ ἐκ τῶν δύο μερῶν καὶ ἐφώνουν ταῖς σάλπιγξιν καὶ ἐσάλπισαν οἱ παρὰ ιουδου καὶ αὐτοὶ ταῖς σάλπιγξιν
13They also of Judas’ side, even they sounded their trumpets also, so that the earth shook at the noise of the armies, and the battle continued from morning till night.
καὶ ἐσαλεύθη ἡ γῆ ἀπὸ τῆς φωνῆς τῶν παρεμβολῶν καὶ ἐγένετο ὁ πόλεμος συνημμένος ἀπὸ πρωίθεν ἕως ἑσπέρας
14Now when Judas perceived that Bacchides and the strength of his army were on the right side, he took with him all the hardy men,
καὶ εἶδεν ιουδας ὅτι βακχίδης καὶ τὸ στερέωμα τῆς παρεμβολῆς ἐν τοῖς δεξιοῖς καὶ συνῆλθον αὐτῷ πάντες οἱ εὔψυχοι τῇ καρδίᾳ
15Who discomfited the right wing, and pursued them unto the mount Azotus.
καὶ συνετρίβη τὸ δεξιὸν μέρος ἀπ' αὐτῶν καὶ ἐδίωκεν ὀπίσω αὐτῶν ἕως αζωτου ὄρους
16But when they of the left wing saw that they of the right wing were discomfited, they followed upon Judas and those that were with him hard at the heels from behind:
καὶ οἱ εἰς τὸ ἀριστερὸν κέρας εἶδον ὅτι συνετρίβη τὸ δεξιὸν κέρας καὶ ἐπέστρεψαν κατὰ πόδας ιουδου καὶ τῶν μετ' αὐτοῦ ἐκ τῶν ὄπισθεν
17Whereupon there was a sore battle, insomuch as many were slain on both parts.
καὶ ἐβαρύνθη ὁ πόλεμος καὶ ἔπεσον τραυματίαι πολλοὶ ἐκ τούτων καὶ ἐκ τούτων
18Judas also was killed, and the remnant fled.
καὶ ιουδας ἔπεσεν καὶ οἱ λοιποὶ ἔφυγον
19Then Jonathan and Simon took Judas their brother, and buried him in the sepulchre of his fathers in Modin.
καὶ ἦρεν ιωναθαν καὶ σιμων ιουδαν τὸν ἀδελφὸν αὐτῶν καὶ ἔθαψαν αὐτὸν ἐν τῷ τάφῳ τῶν πατέρων αὐτοῦ ἐν μωδεϊν
20Moreover they bewailed him, and all Israel made great lamentation for him, and mourned many days, saying,
καὶ ἔκλαυσαν αὐτὸν καὶ ἐκόψαντο αὐτὸν πᾶς ισραηλ κοπετὸν μέγαν καὶ ἐπένθουν ἡμέρας πολλὰς καὶ εἶπον
21How is the valiant man fallen, that delivered Israel!
πῶς ἔπεσεν δυνατὸς σῴζων τὸν ισραηλ
22As for the other things concerning Judas and his wars, and the noble acts which he did, and his greatness, they are not written: for they were very many.
καὶ τὰ περισσὰ τῶν λόγων ιουδου καὶ τῶν πολέμων καὶ τῶν ἀνδραγαθιῶν ὧν ἐποίησεν καὶ τῆς μεγαλωσύνης αὐτοῦ οὐ κατεγράφη πολλὰ γὰρ ἦν σφόδρα
23Now after the death of Judas the wicked began to put forth their heads in all the coasts of Israel, and there arose up all such as wrought iniquity.
καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ιουδου ἐξέκυψαν οἱ ἄνομοι ἐν πᾶσιν τοῖς ὁρίοις ισραηλ καὶ ἀνέτειλαν πάντες οἱ ἐργαζόμενοι τὴν ἀδικίαν
24In those days also was there a very great famine, by reason whereof the country revolted, and went with them.
ἐν ταῖς ἡμέραις ἐκείναις ἐγενήθη λιμὸς μέγας σφόδρα καὶ αὐτομόλησεν ἡ χώρα μετ' αὐτῶν
25Then Bacchides chose the wicked men, and made them lords of the country.
καὶ ἐξέλεξεν βακχίδης τοὺς ἀσεβεῖς ἄνδρας καὶ κατέστησεν αὐτοὺς κυρίους τῆς χώρας
26And they made enquiry and search for Judas’ friends, and brought them unto Bacchides, who took vengeance of them, and used them despitefully.
καὶ ἐξεζήτουν καὶ ἠρεύνων τοὺς φίλους ιουδου καὶ ἦγον αὐτοὺς πρὸς βακχίδην καὶ ἐξεδίκα αὐτοὺς καὶ ἐνέπαιζεν αὐτοῖς
27So was there a great affliction in Israel, the like whereof was not since the time that a prophet was not seen among them.
καὶ ἐγένετο θλῖψις μεγάλη ἐν τῷ ισραηλ ἥτις οὐκ ἐγένετο ἀφ' ἧς ἡμέρας οὐκ ὤφθη προφήτης αὐτοῖς
28For this cause all Judas’ friends came together, and said unto Jonathan,
καὶ ἠθροίσθησαν πάντες οἱ φίλοι ιουδου καὶ εἶπον τῷ ιωναθαν
29Since thy brother Judas died, we have no man like him to go forth against our enemies, and Bacchides, and against them of our nation that are adversaries to us.
ἀφ' οὗ ὁ ἀδελφός σου ιουδας τετελεύτηκεν καὶ ἀνὴρ ὅμοιος αὐτῷ οὐκ ἔστιν ἐξελθεῖν καὶ εἰσελθεῖν πρὸς τοὺς ἐχθροὺς καὶ βακχίδην καὶ ἐν τοῖς ἐχθραίνουσιν τοῦ ἔθνους ἡμῶν
30Now therefore we have chosen thee this day to be our prince and captain in his stead, that thou mayest fight our battles.
νῦν οὖν σὲ ᾑρετισάμεθα σήμερον τοῦ εἶναι ἀντ' αὐτοῦ ἡμῖν εἰς ἄρχοντα καὶ ἡγούμενον τοῦ πολεμῆσαι τὸν πόλεμον ἡμῶν
31Upon this Jonathan took the governance upon him at that time, and rose up instead of his brother Judas.
καὶ ἐπεδέξατο ιωναθαν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν ἥγησιν καὶ ἀνέστη ἀντὶ ιουδου τοῦ ἀδελφοῦ αὐτοῦ
32But when Bacchides gat knowledge thereof, he sought for to slay him.
καὶ ἔγνω βακχίδης καὶ ἐζήτει αὐτὸν ἀποκτεῖναι
33Then Jonathan, and Simon his brother, and all that were with him, perceiving that, fled into the wilderness of Thecoe, and pitched their tents by the water of the pool Asphar.
καὶ ἔγνω ιωναθαν καὶ σιμων ὁ ἀδελφὸς αὐτοῦ καὶ πάντες οἱ μετ' αὐτοῦ καὶ ἔφυγον εἰς τὴν ἔρημον θεκωε καὶ παρενέβαλον ἐπὶ τὸ ὕδωρ λάκκου ασφαρ
34Which when Bacchides understood, he came near to Jordan with all his host upon the sabbath day.
καὶ ἔγνω βακχίδης τῇ ἡμέρᾳ τῶν σαββάτων καὶ ἦλθεν αὐτὸς καὶ πᾶν τὸ στράτευμα αὐτοῦ πέραν τοῦ ιορδάνου
35Now Jonathan had sent his brother John, a captain of the people, to pray his friends the Nabathites, that they might leave with them their carriage, which was much.
καὶ ἀπέστειλεν τὸν ἀδελφὸν αὐτοῦ ἡγούμενον τοῦ ὄχλου καὶ παρεκάλεσεν τοὺς ναβαταίους φίλους αὐτοῦ τοῦ παραθέσθαι αὐτοῖς τὴν ἀποσκευὴν αὐτῶν τὴν πολλήν
36But the children of Jambri came out of Medaba, and took John, and all that he had, and went their way with it.
καὶ ἐξῆλθον οἱ υἱοὶ ιαμβρι οἱ ἐκ μηδαβα καὶ συνέλαβον ιωαννην καὶ πάντα ὅσα εἶχεν καὶ ἀπῆλθον ἔχοντες
37After this came word to Jonathan and Simon his brother, that the children of Jambri made a great marriage, and were bringing the bride from Nadabatha with a great train, as being the daughter of one of the great princes of Chanaan.
μετὰ τοὺς λόγους τούτους ἀπήγγειλαν ιωναθαν καὶ σιμωνι τῷ ἀδελφῷ αὐτοῦ ὅτι υἱοὶ ιαμβρι ποιοῦσιν γάμον μέγαν καὶ ἄγουσιν τὴν νύμφην ἀπὸ ναδαβαθ θυγατέρα ἑνὸς τῶν μεγάλων μεγιστάνων χανααν μετὰ παραπομπῆς μεγάλης
38Therefore they remembered John their brother, and went up, and hid themselves under the covert of the mountain:
καὶ ἐμνήσθησαν τοῦ αἵματος ιωαννου τοῦ ἀδελφοῦ αὐτῶν καὶ ἀνέβησαν καὶ ἐκρύβησαν ὑπὸ τὴν σκέπην τοῦ ὄρους
39Where they lifted up their eyes, and looked, and, behold, there was much ado and great carriage: and the bridegroom came forth, and his friends and brethren, to meet them with drums, and instruments of musick, and many weapons.
καὶ ἦραν τοὺς ὀφθαλμοὺς αὐτῶν καὶ εἶδον καὶ ἰδοὺ θροῦς καὶ ἀποσκευὴ πολλή καὶ ὁ νυμφίος ἐξῆλθεν καὶ οἱ φίλοι αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰς συνάντησιν αὐτῶν μετὰ τυμπάνων καὶ μουσικῶν καὶ ὅπλων πολλῶν
40Then Jonathan and they that were with him rose up against them from the place where they lay in ambush, and made a slaughter of them in such sort, as many fell down dead, and the remnant fled into the mountain, and they took all their spoils.
καὶ ἐξανέστησαν ἐπ' αὐτοὺς ἀπὸ τοῦ ἐνέδρου καὶ ἀπέκτειναν αὐτούς καὶ ἔπεσον τραυματίαι πολλοί καὶ οἱ ἐπίλοιποι ἔφυγον εἰς τὸ ὄρος καὶ ἔλαβον πάντα τὰ σκῦλα αὐτῶν
41Thus was the marriage turned into mourning, and the noise of their melody into lamentation.
καὶ μετεστράφη ὁ γάμος εἰς πένθος καὶ φωνὴ μουσικῶν αὐτῶν εἰς θρῆνον
42So when they had avenged fully the blood of their brother, they turned again to the marsh of Jordan.
καὶ ἐξεδίκησαν τὴν ἐκδίκησιν αἵματος ἀδελφοῦ αὐτῶν καὶ ἀπέστρεψαν εἰς τὸ ἕλος τοῦ ιορδάνου
43Now when Bacchides heard hereof, he came on the sabbath day unto the banks of Jordan with a great power.
καὶ ἤκουσεν βακχίδης καὶ ἦλθεν τῇ ἡμέρᾳ τῶν σαββάτων ἕως τῶν κρηπίδων τοῦ ιορδάνου ἐν δυνάμει πολλῇ
44Then Jonathan said to his company, Let us go up now and fight for our lives, for it standeth not with us to day, as in time past:
καὶ εἶπεν ιωναθαν τοῖς παρ' αὐτοῦ ἀναστῶμεν δὴ καὶ πολεμήσωμεν περὶ τῶν ψυχῶν ἡμῶν οὐ γάρ ἐστιν σήμερον ὡς ἐχθὲς καὶ τρίτην ἡμέραν
45For, behold, the battle is before us and behind us, and the water of Jordan on this side and that side, the marsh likewise and wood, neither is there place for us to turn aside.
ἰδοὺ γὰρ ὁ πόλεμος ἐξ ἐναντίας καὶ ἐξόπισθεν ἡμῶν τὸ δὲ ὕδωρ τοῦ ιορδάνου ἔνθεν καὶ ἔνθεν καὶ ἕλος καὶ δρυμός οὐκ ἔστιν τόπος τοῦ ἐκκλῖναι
46Wherefore cry ye now unto heaven, that ye may be delivered from the hand of your enemies.
νῦν οὖν κεκράξατε εἰς τὸν οὐρανόν ὅπως διασωθῆτε ἐκ χειρὸς τῶν ἐχθρῶν ἡμῶν
47With that they joined battle, and Jonathan stretched forth his hand to smite Bacchides, but he turned back from him.
καὶ συνῆψεν ὁ πόλεμος καὶ ἐξέτεινεν ιωναθαν τὴν χεῖρα αὐτοῦ πατάξαι τὸν βακχίδην καὶ ἐξέκλινεν ἀπ' αὐτοῦ εἰς τὰ ὀπίσω
48Then Jonathan and they that were with him leapt into Jordan, and swam over unto the other bank: howbeit the other passed not over Jordan unto them.
καὶ ἐνεπήδησεν ιωναθαν καὶ οἱ μετ' αὐτοῦ εἰς τὸν ιορδάνην καὶ διεκολύμβησαν εἰς τὸ πέραν καὶ οὐ διέβησαν ἐπ' αὐτοὺς τὸν ιορδάνην
49So there were slain of Bacchides’ side that day about a thousand men.
ἔπεσον δὲ παρὰ βακχίδου τῇ ἡμέρᾳ ἐκείνῃ εἰς χιλίους ἄνδρας
50Afterward returned Bacchides to Jerusalem and repaired the strong cites in Judea; the fort in Jericho, and Emmaus, and Bethhoron, and Bethel, and Thamnatha, Pharathoni, and Taphon, these did he strengthen with high walls, with gates and with bars.
καὶ ἐπέστρεψεν εἰς ιερουσαλημ καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς ἐν τῇ ιουδαίᾳ τὸ ὀχύρωμα τὸ ἐν ιεριχω καὶ τὴν αμμαους καὶ τὴν βαιθωρων καὶ τὴν βαιθηλ καὶ τὴν θαμναθα φαραθων καὶ τὴν τεφων ἐν τείχεσιν ὑψηλοῖς καὶ πύλαις καὶ μοχλοῖς
51And in them he set a garrison, that they might work malice upon Israel.
καὶ ἔθετο φρουρὰν ἐν αὐτοῖς τοῦ ἐχθραίνειν τῷ ισραηλ
52He fortified also the city Bethsura, and Gazera, and the tower, and put forces in them, and provision of victuals.
καὶ ὠχύρωσεν τὴν πόλιν τὴν βαιθσουραν καὶ γαζαρα καὶ τὴν ἄκραν καὶ ἔθετο ἐν αὐταῖς δυνάμεις καὶ παραθέσεις βρωμάτων
53Besides, he took the chief men’s sons in the country for hostages, and put them into the tower at Jerusalem to be kept.
καὶ ἔλαβεν τοὺς υἱοὺς τῶν ἡγουμένων τῆς χώρας ὅμηρα καὶ ἔθετο αὐτοὺς ἐν τῇ ἄκρᾳ ἐν ιερουσαλημ ἐν φυλακῇ
54Moreover in the hundred fifty and third year, in the second month, Alcimus commanded that the wall of the inner court of the sanctuary should be pulled down; he pulled down also the works of the prophets
καὶ ἐν ἔτει τρίτῳ καὶ πεντηκοστῷ καὶ ἑκατοστῷ τῷ μηνὶ τῷ δευτέρῳ ἐπέταξεν ἄλκιμος καθαιρεῖν τὸ τεῖχος τῆς αὐλῆς τῶν ἁγίων τῆς ἐσωτέρας καὶ καθεῖλεν τὰ ἔργα τῶν προφητῶν καὶ ἐνήρξατο τοῦ καθαιρεῖν
55And as he began to pull down, even at that time was Alcimus plagued, and his enterprizes hindered: for his mouth was stopped, and he was taken with a palsy, so that he could no more speak any thing, nor give order concerning his house.
ἐν τῷ καιρῷ ἐκείνῳ ἐπλήγη ἄλκιμος καὶ ἐνεποδίσθη τὰ ἔργα αὐτοῦ καὶ ἀπεφράγη τὸ στόμα αὐτοῦ καὶ παρελύθη καὶ οὐκ ἠδύνατο ἔτι λαλῆσαι λόγον καὶ ἐντείλασθαι περὶ τοῦ οἴκου αὐτοῦ
56So Alcimus died at that time with great torment.
καὶ ἀπέθανεν ἄλκιμος ἐν τῷ καιρῷ ἐκείνῳ μετὰ βασάνου μεγάλης
57Now when Bacchides saw that Alcimus was dead, he returned to the king: whereupon the land of Judea was in rest two years.
καὶ εἶδεν βακχίδης ὅτι ἀπέθανεν ἄλκιμος καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ ἡσύχασεν ἡ γῆ ιουδα ἔτη δύο
58Then all the ungodly men held a council, saying, Behold, Jonathan and his company are at ease, and dwell without care: now therefore we will bring Bacchides hither, who shall take them all in one night.
καὶ ἐβουλεύσαντο πάντες οἱ ἄνομοι λέγοντες ἰδοὺ ιωναθαν καὶ οἱ παρ' αὐτοῦ ἐν ἡσυχίᾳ κατοικοῦσιν πεποιθότες νῦν οὖν ἀνάξομεν τὸν βακχίδην καὶ συλλήμψεται αὐτοὺς πάντας ἐν νυκτὶ μιᾷ
59So they went and consulted with him.
καὶ πορευθέντες συνεβουλεύσαντο αὐτῷ
60Then removed he, and came with a great host, and sent letters privily to his adherents in Judea, that they should take Jonathan and those that were with him: howbeit they could not, because their counsel was known unto them.
καὶ ἀπῆρεν τοῦ ἐλθεῖν μετὰ δυνάμεως πολλῆς καὶ ἀπέστειλεν λάθρᾳ ἐπιστολὰς πᾶσιν τοῖς συμμάχοις αὐτοῦ τοῖς ἐν τῇ ιουδαίᾳ ὅπως συλλάβωσιν τὸν ιωναθαν καὶ τοὺς μετ' αὐτοῦ καὶ οὐκ ἠδύναντο ὅτι ἐγνώσθη ἡ βουλὴ αὐτῶν
61Wherefore they took of the men of the country, that were authors of that mischief, about fifty persons, and slew them.
καὶ συνέλαβον ἀπὸ τῶν ἀνδρῶν τῆς χώρας τῶν ἀρχηγῶν τῆς κακίας εἰς πεντήκοντα ἄνδρας καὶ ἀπέκτειναν αὐτούς
62Afterward Jonathan, and Simon, and they that were with him, got them away to Bethbasi, which is in the wilderness, and they repaired the decays thereof, and made it strong.
καὶ ἐξεχώρησεν ιωναθαν καὶ σιμων καὶ οἱ μετ' αὐτοῦ εἰς βαιθβασι τὴν ἐν τῇ ἐρήμῳ καὶ ᾠκοδόμησεν τὰ καθῃρημένα αὐτῆς καὶ ἐστερέωσαν αὐτήν
63Which thing when Bacchides knew, he gathered together all his host, and sent word to them that were of Judea.
καὶ ἔγνω βακχίδης καὶ συνήγαγεν πᾶν τὸ πλῆθος αὐτοῦ καὶ τοῖς ἐκ τῆς ιουδαίας παρήγγειλεν
64Then went he and laid siege against Bethbasi; and they fought against it a long season and made engines of war.
καὶ ἐλθὼν παρενέβαλεν ἐπὶ βαιθβασι καὶ ἐπολέμησεν αὐτὴν ἡμέρας πολλὰς καὶ ἐποίησεν μηχανάς
65But Jonathan left his brother Simon in the city, and went forth himself into the country, and with a certain number went he forth.
καὶ ἀπέλιπεν ιωναθαν σιμωνα τὸν ἀδελφὸν αὐτοῦ ἐν τῇ πόλει καὶ ἐξῆλθεν εἰς τὴν χώραν καὶ ἦλθεν ἐν ἀριθμῷ
66And he smote Odonarkes and his brethren, and the children of Phasiron in their tent.
καὶ ἐπάταξεν οδομηρα καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς φασιρων ἐν τῷ σκηνώματι αὐτῶν καὶ ἤρξαντο τύπτειν καὶ ἀνέβαινον ἐν ταῖς δυνάμεσιν
67And when he began to smite them, and came up with his forces, Simon and his company went out of the city, and burned up the engines of war,
καὶ σιμων καὶ οἱ μετ' αὐτοῦ ἐξῆλθον ἐκ τῆς πόλεως καὶ ἐνεπύρισαν τὰς μηχανάς
68And fought against Bacchides, who was discomfited by them, and they afflicted him sore: for his counsel and travail was in vain.
καὶ ἐπολέμησαν πρὸς τὸν βακχίδην καὶ συνετρίβη ὑπ' αὐτῶν καὶ ἔθλιβον αὐτὸν σφόδρα ὅτι ἦν ἡ βουλὴ αὐτοῦ καὶ ἡ ἔφοδος αὐτοῦ κενή
69Wherefore he was very wroth at the wicked men that gave him counsel to come into the country, inasmuch as he slew many of them, and purposed to return into his own country.
καὶ ὠργίσθη ἐν θυμῷ τοῖς ἀνδράσιν τοῖς ἀνόμοις τοῖς συμβουλεύσασιν αὐτῷ ἐλθεῖν εἰς τὴν χώραν καὶ ἀπέκτεινεν ἐξ αὐτῶν πολλοὺς καὶ ἐβουλεύσατο τοῦ ἀπελθεῖν εἰς τὴν γῆν αὐτοῦ
70Whereof when Jonathan had knowledge, he sent ambassadors unto him, to the end he should make peace with him, and deliver them the prisoners.
καὶ ἐπέγνω ιωναθαν καὶ ἀπέστειλεν πρὸς αὐτὸν πρέσβεις τοῦ συνθέσθαι πρὸς αὐτὸν εἰρήνην καὶ ἀποδοῦναι αὐτοῖς τὴν αἰχμαλωσίαν
71Which thing he accepted, and did according to his demands, and sware unto him that he would never do him harm all the days of his life.
καὶ ἐπεδέξατο καὶ ἐποίησεν κατὰ τοὺς λόγους αὐτοῦ καὶ ὤμοσεν αὐτῷ μὴ ἐκζητῆσαι αὐτῷ κακὸν πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ
72When therefore he had restored unto him the prisoners that he had taken aforetime out of the land of Judea, he returned and went his way into his own land, neither came he any more into their borders.
καὶ ἀπέδωκεν αὐτῷ τὴν αἰχμαλωσίαν ἣν ᾐχμαλώτευσεν τὸ πρότερον ἐκ γῆς ιουδα καὶ ἀποστρέψας ἀπῆλθεν εἰς τὴν γῆν αὐτοῦ καὶ οὐ προσέθετο ἔτι ἐλθεῖν εἰς τὰ ὅρια αὐτῶν
73Thus the sword ceased from Israel: but Jonathan dwelt at Machmas, and began to govern the people; and he destroyed the ungodly men out of Israel.
καὶ κατέπαυσεν ῥομφαία ἐξ ισραηλ καὶ ὤ|κησεν ιωναθαν ἐν μαχμας καὶ ἤρξατο ιωναθαν κρίνειν τὸν λαὸν καὶ ἠφάνισεν τοὺς ἀσεβεῖς ἐξ ισραηλ