1 Maccabees 7
1In the hundred and one and fiftieth year Demetrius the son of Seleucus departed from Rome, and came up with a few men unto a city of the sea coast, and reigned there.
ἔτους ἑνὸς καὶ πεντηκοστοῦ καὶ ἑκατοστοῦ ἐξῆλθεν δημήτριος ὁ τοῦ σελεύκου ἐκ ῥώμης καὶ ἀνέβη σὺν ἀνδράσιν ὀλίγοις εἰς πόλιν παραθαλασσίαν καὶ ἐβασίλευσεν ἐκεῖ
2And as he entered into the palace of his ancestors, so it was, that his forces had taken Antiochus and Lysias, to bring them unto him.
καὶ ἐγένετο ὡς εἰσεπορεύετο εἰς οἶκον βασιλείας πατέρων αὐτοῦ καὶ συνέλαβον αἱ δυνάμεις τὸν ἀντίοχον καὶ τὸν λυσίαν ἀγαγεῖν αὐτοὺς αὐτῷ
3Wherefore, when he knew it, he said, Let me not see their faces.
καὶ ἐγνώσθη αὐτῷ τὸ πρᾶγμα καὶ εἶπεν μή μοι δείξητε τὰ πρόσωπα αὐτῶν
4So his host slew them. Now when Demetrius was set upon the throne of his kingdom,
καὶ ἀπέκτειναν αὐτοὺς αἱ δυνάμεις καὶ ἐκάθισεν δημήτριος ἐπὶ θρόνου βασιλείας αὐτοῦ
5There came unto him all the wicked and ungodly men of Israel, having Alcimus, who was desirous to be high priest, for their captain:
καὶ ἦλθον πρὸς αὐτὸν πάντες ἄνδρες ἄνομοι καὶ ἀσεβεῖς ἐξ ισραηλ καὶ ἄλκιμος ἡγεῖτο αὐτῶν βουλόμενος ἱερατεύειν
6And they accused the people to the king, saying, Judas and his brethren have slain all thy friends, and driven us out of our own land.
καὶ κατηγόρησαν τοῦ λαοῦ πρὸς τὸν βασιλέα λέγοντες ἀπώλεσεν ιουδας καὶ οἱ ἀδελφοὶ αὐτοῦ πάντας τοὺς φίλους σου καὶ ἡμᾶς ἐσκόρπισεν ἀπὸ τῆς γῆς ἡμῶν
7Now therefore send some man whom thou trustest, and let him go and see what havock he hath made among us, and in the king’s land, and let him punish them with all them that aid them.
νῦν οὖν ἀπόστειλον ἄνδρα ᾧ πιστεύεις καὶ πορευθεὶς ἰδέτω τὴν ἐξολέθρευσιν πᾶσαν ἣν ἐποίησεν ἡμῖν καὶ τῇ χώρᾳ τοῦ βασιλέως καὶ κολασάτω αὐτοὺς καὶ πάντας τοὺς ἐπιβοηθοῦντας αὐτοῖς
8Then the king chose Bacchides, a friend of the king, who ruled beyond the flood, and was a great man in the kingdom, and faithful to the king,
καὶ ἐπέλεξεν ὁ βασιλεὺς τὸν βακχίδην τῶν φίλων τοῦ βασιλέως κυριεύοντα ἐν τῷ πέραν τοῦ ποταμοῦ καὶ μέγαν ἐν τῇ βασιλείᾳ καὶ πιστὸν τῷ βασιλεῖ
9And him he sent with that wicked Alcimus, whom he made high priest, and commanded that he should take vengeance of the children of Israel.
καὶ ἀπέστειλεν αὐτὸν καὶ ἄλκιμον τὸν ἀσεβῆ καὶ ἔστησεν αὐτῷ τὴν ἱερωσύνην καὶ ἐνετείλατο αὐτῷ ποιῆσαι τὴν ἐκδίκησιν ἐν τοῖς υἱοῖς ισραηλ
10So they departed, and came with a great power into the land of Judea, where they sent messengers to Judas and his brethren with peaceable words deceitfully.
καὶ ἀπῇρον καὶ ἦλθον μετὰ δυνάμεως πολλῆς εἰς γῆν ιουδα καὶ ἀπέστειλεν ἀγγέλους πρὸς ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ λόγοις εἰρηνικοῖς μετὰ δόλου
11But they gave no heed to their words; for they saw that they were come with a great power.
καὶ οὐ προσέσχον τοῖς λόγοις αὐτῶν εἶδον γὰρ ὅτι ἦλθαν μετὰ δυνάμεως πολλῆς
12Then did there assemble unto Alcimus and Bacchides a company of scribes, to require justice.
καὶ ἐπισυνήχθησαν πρὸς ἄλκιμον καὶ βακχίδην συναγωγὴ γραμματέων ἐκζητῆσαι δίκαια
13Now the Assideans were the first among the children of Israel that sought peace of them:
καὶ πρῶτοι οἱ ασιδαῖοι ἦσαν ἐν υἱοῖς ισραηλ καὶ ἐπεζήτουν παρ' αὐτῶν εἰρήνην
14For said they, One that is a priest of the seed of Aaron is come with this army, and he will do us no wrong.
εἶπον γάρ ἄνθρωπος ἱερεὺς ἐκ σπέρματος ααρων ἦλθεν ἐν ταῖς δυνάμεσιν καὶ οὐκ ἀδικήσει ἡμᾶς
15So he spake unto them, peaceably, and sware unto them, saying, we will procure the harm neither of you nor your friends.
καὶ ἐλάλησεν μετ' αὐτῶν λόγους εἰρηνικοὺς καὶ ὤμοσεν αὐτοῖς λέγων οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν καὶ τοῖς φίλοις ὑμῶν
16Whereupon they believed him: howbeit he took of them threescore men, and slew them in one day, according to the words which he wrote,
καὶ ἐνεπίστευσαν αὐτῷ καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ κατὰ τὸν λόγον ὃν ἔγραψεν αὐτόν
17The flesh of thy saints have they cast out, and their blood have they shed round about Jerusalem, and there was none to bury them.
σάρκας ὁσίων σου καὶ αἷμα αὐτῶν ἐξέχεαν κύκλῳ ιερουσαλημ καὶ οὐκ ἦν αὐτοῖς ὁ θάπτων
18Wherefore the fear and dread of them fell upon all the people, who said, There is neither truth nor righteousness in them; for they have broken the covenant and oath that they made.
καὶ ἐπέπεσεν αὐτῶν ὁ φόβος καὶ ὁ τρόμος εἰς πάντα τὸν λαόν ὅτι εἶπον οὐκ ἔστιν ἐν αὐτοῖς ἀλήθεια καὶ κρίσις παρέβησαν γὰρ τὴν στάσιν καὶ τὸν ὅρκον ὃν ὤμοσαν
19After this, removed Bacchides from Jerusalem, and pitched his tents in Bezeth, where he sent and took many of the men that had forsaken him, and certain of the people also, and when he had slain them, he cast them into the great pit.
καὶ ἀπῆρεν βακχίδης ἀπὸ ιερουσαλημ καὶ παρενέβαλεν ἐν βηθζαιθ καὶ ἀπέστειλεν καὶ συνέλαβεν πολλοὺς ἀπὸ τῶν μετ' αὐτοῦ αὐτομολησάντων ἀνδρῶν καί τινας τοῦ λαοῦ καὶ ἔθυσεν αὐτοὺς εἰς τὸ φρέαρ τὸ μέγα
20Then committed he the country to Alcimus, and left with him a power to aid him: so Bacchides went to the king.
καὶ κατέστησεν τὴν χώραν τῷ ἀλκίμῳ καὶ ἀφῆκεν μετ' αὐτοῦ δύναμιν τοῦ βοηθεῖν αὐτῷ καὶ ἀπῆλθεν βακχίδης πρὸς τὸν βασιλέα
21But Alcimus contended for the high priesthood.
καὶ ἠγωνίσατο ἄλκιμος περὶ τῆς ἀρχιερωσύνης
22And unto him resorted all such as troubled the people, who, after they had gotten the land of Juda into their power, did much hurt in Israel.
καὶ συνήχθησαν πρὸς αὐτὸν πάντες οἱ ταράσσοντες τὸν λαὸν αὐτῶν καὶ κατεκράτησαν γῆν ιουδα καὶ ἐποίησαν πληγὴν μεγάλην ἐν ισραηλ
23Now when Judas saw all the mischief that Alcimus and his company had done among the Israelites, even above the heathen,
καὶ εἶδεν ιουδας πᾶσαν τὴν κακίαν ἣν ἐποίησεν ἄλκιμος καὶ οἱ μετ' αὐτοῦ ἐν υἱοῖς ισραηλ ὑπὲρ τὰ ἔθνη
24He went out into all the coasts of Judea round about, and took vengeance of them that had revolted from him, so that they durst no more go forth into the country.
καὶ ἐξῆλθεν εἰς πάντα τὰ ὅρια τῆς ιουδαίας κυκλόθεν καὶ ἐποίησεν ἐκδίκησιν ἐν τοῖς ἀνδράσιν τοῖς αὐτομολήσασιν καὶ ἀνεστάλησαν τοῦ ἐκπορεύεσθαι εἰς τὴν χώραν
25On the other side, when Alcimus saw that Judas and his company had gotten the upper hand, and knew that he was not able to abide their force, he went again to the king, and said all the worst of them that he could.
ὡς δὲ εἶδεν ἄλκιμος ὅτι ἐνίσχυσεν ιουδας καὶ οἱ μετ' αὐτοῦ καὶ ἔγνω ὅτι οὐ δύναται ὑποστῆναι αὐτούς καὶ ἐπέστρεψεν πρὸς τὸν βασιλέα καὶ κατηγόρησεν αὐτῶν πονηρά
26Then the king sent Nicanor, one of his honourable princes, a man that bare deadly hate unto Israel, with commandment to destroy the people.
καὶ ἀπέστειλεν ὁ βασιλεὺς νικάνορα ἕνα τῶν ἀρχόντων αὐτοῦ τῶν ἐνδόξων καὶ μισοῦντα καὶ ἐχθραίνοντα τῷ ισραηλ καὶ ἐνετείλατο αὐτῷ ἐξᾶραι τὸν λαόν
27So Nicanor came to Jerusalem with a great force; and sent unto Judas and his brethren deceitfully with friendly words, saying,
καὶ ἦλθεν νικάνωρ εἰς ιερουσαλημ δυνάμει πολλῇ καὶ ἀπέστειλεν πρὸς ιουδαν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ μετὰ δόλου λόγοις εἰρηνικοῖς λέγων
28Let there be no battle between me and you; I will come with a few men, that I may see you in peace.
μὴ ἔστω μάχη ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν ἥξω ἐν ἀνδράσιν ὀλίγοις ἵνα ἴδω ὑμῶν τὰ πρόσωπα μετ' εἰρήνης
29He came therefore to Judas, and they saluted one another peaceably. Howbeit the enemies were prepared to take away Judas by violence.
καὶ ἦλθεν πρὸς ιουδαν καὶ ἠσπάσαντο ἀλλήλους εἰρηνικῶς καὶ οἱ πολέμιοι ἕτοιμοι ἦσαν ἐξαρπάσαι τὸν ιουδαν
30Which thing after it was known to Judas, to wit, that he came unto him with deceit, he was sore afraid of him, and would see his face no more.
καὶ ἐγνώσθη ὁ λόγος τῷ ιουδα ὅτι μετὰ δόλου ἦλθεν ἐπ' αὐτόν καὶ ἐπτοήθη ἀπ' αὐτοῦ καὶ οὐκ ἐβουλήθη ἔτι ἰδεῖν τὸ πρόσωπον αὐτοῦ
31Nicanor also, when he saw that his counsel was discovered, went out to fight against Judas beside Capharsalama:
καὶ ἔγνω νικάνωρ ὅτι ἀπεκαλύφθη ἡ βουλὴ αὐτοῦ καὶ ἐξῆλθεν εἰς συνάντησιν τῷ ιουδα ἐν πολέμῳ κατὰ χαφαρσαλαμα
32Where there were slain of Nicanor’s side about five thousand men, and the rest fled into the city of David.
καὶ ἔπεσον τῶν παρὰ νικάνορος ὡσεὶ πεντακόσιοι ἄνδρες καὶ ἔφυγον εἰς τὴν πόλιν δαυιδ
33After this went Nicanor up to mount Sion, and there came out of the sanctuary certain of the priests and certain of the elders of the people, to salute him peaceably, and to shew him the burnt sacrifice that was offered for the king.
καὶ μετὰ τοὺς λόγους τούτους ἀνέβη νικάνωρ εἰς ὄρος σιων καὶ ἐξῆλθον ἀπὸ τῶν ἱερέων ἐκ τῶν ἁγίων καὶ ἀπὸ τῶν πρεσβυτέρων τοῦ λαοῦ ἀσπάσασθαι αὐτὸν εἰρηνικῶς καὶ δεῖξαι αὐτῷ τὴν ὁλοκαύτωσιν τὴν προσφερομένην ὑπὲρ τοῦ βασιλέως
34But he mocked them, and laughed at them, and abused them shamefully, and spake proudly,
καὶ ἐμυκτήρισεν αὐτοὺς καὶ κατεγέλασεν αὐτῶν καὶ ἐμίανεν αὐτοὺς καὶ ἐλάλησεν ὑπερηφάνως
35And sware in his wrath, saying, Unless Judas and his host be now delivered into my hands, if ever I come again in safety, I will burn up this house: and with that he went out in a great rage.
καὶ ὤμοσεν μετὰ θυμοῦ λέγων ἐὰν μὴ παραδοθῇ ιουδας καὶ ἡ παρεμβολὴ αὐτοῦ εἰς χεῖράς μου τὸ νῦν καὶ ἔσται ἐὰν ἐπιστρέψω ἐν εἰρήνῃ ἐμπυριῶ τὸν οἶκον τοῦτον καὶ ἐξῆλθεν μετὰ θυμοῦ μεγάλου
36Then the priests entered in, and stood before the altar and the temple, weeping, and saying,
καὶ εἰσῆλθον οἱ ἱερεῖς καὶ ἔστησαν κατὰ πρόσωπον τοῦ θυσιαστηρίου καὶ τοῦ ναοῦ καὶ ἔκλαυσαν καὶ εἶπον
37Thou, O Lord, didst choose this house to be called by thy name, and to be a house of prayer and petition for thy people:
σὺ ἐξελέξω τὸν οἶκον τοῦτον ἐπικληθῆναι τὸ ὄνομά σου ἐπ' αὐτοῦ εἶναι οἶκον προσευχῆς καὶ δεήσεως τῷ λαῷ σου
38Be avenged of this man and his host, and let them fall by the sword: remember their blasphemies, and suffer them not to continue any longer.
ποίησον ἐκδίκησιν ἐν τῷ ἀνθρώπῳ τούτῳ καὶ ἐν τῇ παρεμβολῇ αὐτοῦ καὶ πεσέτωσαν ἐν ῥομφαίᾳ μνήσθητι τῶν δυσφημιῶν αὐτῶν καὶ μὴ δῷς αὐτοῖς μονήν
39So Nicanor went out of Jerusalem, and pitched his tents in Bethhoron, where an host out of Syria met him.
καὶ ἐξῆλθεν νικάνωρ ἐξ ιερουσαλημ καὶ παρενέβαλεν ἐν βαιθωρων καὶ συνήντησεν αὐτῷ δύναμις συρίας
40But Judas pitched in Adasa with three thousand men, and there he prayed, saying,
καὶ ιουδας παρενέβαλεν ἐν αδασα ἐν τρισχιλίοις ἀνδράσιν καὶ προσηύξατο ιουδας καὶ εἶπεν
41O Lord, when they that were sent from the king of the Assyrians blasphemed, thine angel went out, and smote an hundred fourscore and five thousand of them.
οἱ παρὰ τοῦ βασιλέως ὅτε ἐδυσφήμησαν ἐξῆλθεν ὁ ἄγγελός σου καὶ ἐπάταξεν ἐν αὐτοῖς ἑκατὸν ὀγδοήκοντα πέντε χιλιάδας
42Even so destroy thou this host before us this day, that the rest may know that he hath spoken blasphemously against thy sanctuary, and judge thou him according to his wickedness.
οὕτως σύντριψον τὴν παρεμβολὴν ταύτην ἐνώπιον ἡμῶν σήμερον καὶ γνώτωσαν οἱ ἐπίλοιποι ὅτι κακῶς ἐλάλησεν ἐπὶ τὰ ἅγιά σου καὶ κρῖνον αὐτὸν κατὰ τὴν κακίαν αὐτοῦ
43So the thirteenth day of the month Adar the hosts joined battle: but Nicanor’s host was discomfited, and he himself was first slain in the battle.
καὶ συνῆψαν αἱ παρεμβολαὶ εἰς πόλεμον τῇ τρισκαιδεκάτῃ τοῦ μηνὸς αδαρ καὶ συνετρίβη ἡ παρεμβολὴ νικάνορος καὶ ἔπεσεν αὐτὸς πρῶτος ἐν τῷ πολέμῳ
44Now when Nicanor’s host saw that he was slain, they cast away their weapons, and fled.
ὡς δὲ εἶδεν ἡ παρεμβολὴ αὐτοῦ ὅτι ἔπεσεν νικάνωρ ῥίψαντες τὰ ὅπλα ἔφυγον
45Then they pursued after them a day’s journey, from Adasa unto Gazera, sounding an alarm after them with their trumpets.
καὶ κατεδίωκον αὐτοὺς ὁδὸν ἡμέρας μιᾶς ἀπὸ αδασα ἕως τοῦ ἐλθεῖν εἰς γαζηρα καὶ ἐσάλπιζον ὀπίσω αὐτῶν ταῖς σάλπιγξιν τῶν σημασιῶν
46Whereupon they came forth out of all the towns of Judea round about, and closed them in; so that they, turning back upon them that pursued them, were all slain with the sword, and not one of them was left.
καὶ ἐξῆλθον ἐκ πασῶν τῶν κωμῶν τῆς ιουδαίας κυκλόθεν καὶ ὑπερεκέρων αὐτούς καὶ ἀπέστρεφον οὗτοι πρὸς τούτους καὶ ἔπεσον πάντες ῥομφαίᾳ καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς
47Afterwards they took the spoils, and the prey, and smote off Nicanors head, and his right hand, which he stretched out so proudly, and brought them away, and hanged them up toward Jerusalem.
καὶ ἔλαβον τὰ σκῦλα καὶ τὴν προνομήν καὶ τὴν κεφαλὴν νικάνορος ἀφεῖλον καὶ τὴν δεξιὰν αὐτοῦ ἣν ἐξέτεινεν ὑπερηφάνως καὶ ἤνεγκαν καὶ ἐξέτειναν παρὰ τῇ ιερουσαλημ
48For this cause the people rejoiced greatly, and they kept that day a day of great gladness.
καὶ ηὐφράνθη ὁ λαὸς σφόδρα καὶ ἤγαγον τὴν ἡμέραν ἐκείνην ἡμέραν εὐφροσύνης μεγάλην
49Moreover they ordained to keep yearly this day, being the thirteenth of Adar.
καὶ ἔστησαν τοῦ ἄγειν κατ' ἐνιαυτὸν τὴν ἡμέραν ταύτην τῇ τρισκαιδεκάτῃ τοῦ αδαρ
50Thus the land of Juda was in rest a little while.
καὶ ἡσύχασεν ἡ γῆ ιουδα ἡμέρας ὀλίγας