Additions to Esther 10
4Then Mardocheus said, God hath done these things.
καὶ εἶπεν μαρδοχαῖος παρὰ τοῦ θεοῦ ἐγένετο ταῦτα
5For I remember a dream which I saw concerning these matters, and nothing thereof hath failed.
ἐμνήσθην γὰρ περὶ τοῦ ἐνυπνίου οὗ εἶδον περὶ τῶν λόγων τούτων οὐδὲ γὰρ παρῆλθεν ἀπ' αὐτῶν λόγος
6A little fountain became a river, and there was light, and the sun, and much water: this river is Esther, whom the king married, and made queen:
ἡ μικρὰ πηγή ἣ ἐγένετο ποταμὸς καὶ ἦν φῶς καὶ ἥλιος καὶ ὕδωρ πολύ εσθηρ ἐστὶν ὁ ποταμός ἣν ἐγάμησεν ὁ βασιλεὺς καὶ ἐποίησεν βασίλισσαν
7And the two dragons are I and Aman.
οἱ δὲ δύο δράκοντες ἐγώ εἰμι καὶ αμαν
8And the nations were those that were assembled to destroy the name of the Jews:
τὰ δὲ ἔθνη τὰ ἐπισυναχθέντα ἀπολέσαι τὸ ὄνομα τῶν ιουδαίων
9And my nation is this Israel, which cried to God, and were saved: for the Lord hath saved his people, and the Lord hath delivered us from all those evils, and God hath wrought signs and great wonders, which have not been done among the Gentiles.
τὸ δὲ ἔθνος τὸ ἐμόν οὗτός ἐστιν ισραηλ οἱ βοήσαντες πρὸς τὸν θεὸν καὶ σωθέντες καὶ ἔσωσεν κύριος τὸν λαὸν αὐτοῦ καὶ ἐρρύσατο κύριος ἡμᾶς ἐκ πάντων τῶν κακῶν τούτων καὶ ἐποίησεν ὁ θεὸς τὰ σημεῖα καὶ τὰ τέρατα τὰ μεγάλα ἃ οὐ γέγονεν ἐν τοῖς ἔθνεσιν
10Therefore hath he made two lots, one for the people of God, and another for all the Gentiles.
διὰ τοῦτο ἐποίησεν κλήρους δύο ἕνα τῷ λαῷ τοῦ θεοῦ καὶ ἕνα πᾶσι τοῖς ἔθνεσιν
11And these two lots came at the hour, and time, and day of judgment, before God among all nations.
καὶ ἦλθον οἱ δύο κλῆροι οὗτοι εἰς ὥραν καὶ καιρὸν καὶ εἰς ἡμέραν κρίσεως ἐνώπιον τοῦ θεοῦ καὶ ἐν πᾶσι τοῖς ἔθνεσιν
12So God remembered his people, and justified his inheritance.
καὶ ἐμνήσθη ὁ θεὸς τοῦ λαοῦ αὐτοῦ καὶ ἐδικαίωσεν τὴν κληρονομίαν αὐτοῦ
13Therefore those days shall be unto them in the month Adar, the fourteenth and fifteenth day of the same month, with an assembly, and joy, and with gladness before God, according to the generations for ever among his people.
καὶ ἔσονται αὐτοῖς αἱ ἡμέραι αὗται ἐν μηνὶ αδαρ τῇ τεσσαρεσκαιδεκάτῃ καὶ τῇ πεντεκαιδεκάτῃ τοῦ αὐτοῦ μηνὸς μετὰ συναγωγῆς καὶ χαρᾶς καὶ εὐφροσύνης ἐνώπιον τοῦ θεοῦ κατὰ γενεὰς εἰς τὸν αἰῶνα ἐν τῷ λαῷ αὐτοῦ ισραηλ