Additions to Esther 16
1The great king Artexerxes unto the princes and governors of an hundred and seven and twenty provinces from India unto Ethiopia, and unto all our faithful subjects, greeting.
ὧν ἐστιν ἀντίγραφον τῆς ἐπιστολῆς τὰ ὑπογεγραμμένα
2Many, the more often they are honoured with the great bounty of their gracious princes, the more proud they are waxen,
βασιλεὺς μέγας ἀρταξέρξης τοῖς ἀπὸ τῆς ἰνδικῆς ἕως τῆς αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ σατραπείαις χωρῶν ἄρχουσι καὶ τοῖς τὰ ἡμέτερα φρονοῦσι χαίρειν
3And endeavour to hurt not our subjects only, but not being able to bear abundance, do take in hand to practise also against those that do them good:
πολλοὶ τῇ πλείστῃ τῶν εὐεργετούντων χρηστότητι πυκνότερον τιμώμενοι μεῖζον ἐφρόνησαν καὶ οὐ μόνον τοὺς ὑποτεταγμένους ἡμῖν ζητοῦσι κακοποιεῖν τόν τε κόρον οὐ δυνάμενοι φέρειν καὶ τοῖς ἑαυτῶν εὐεργέταις ἐπιχειροῦσι μηχανᾶσθαι
4And take not only thankfulness away from among men, but also lifted up with the glorious words of lewd persons, that were never good, they think to escape the justice of God, that seeth all things and hateth evil.
καὶ τὴν εὐχαριστίαν οὐ μόνον ἐκ τῶν ἀνθρώπων ἀνταναιροῦντες ἀλλὰ καὶ τοῖς τῶν ἀπειραγάθων κόμποις ἐπαρθέντες τοῦ τὰ πάντα κατοπτεύοντος ἀεὶ θεοῦ μισοπόνηρον ὑπολαμβάνουσιν ἐκφεύξεσθαι δίκην
5Oftentimes also fair speech of those, that are put in trust to manage their friends’ affairs, hath caused many that are in authority to be partakers of innocent blood, and hath enwrapped them in remediless calamities:
πολλάκις δὲ καὶ πολλοὺς τῶν ἐπ' ἐξουσίαις τεταγμένων τῶν πιστευθέντων χειρίζειν φίλων τὰ πράγματα παραμυθία μεταιτίους αἱμάτων ἀθῴων καταστήσασα περιέβαλε συμφοραῖς ἀνηκέστοις
6Beguiling with the falsehood and deceit of their lewd disposition the innocency and goodness of princes.
τῷ τῆς κακοηθείας ψευδεῖ παραλογισμῷ παραλογισαμένων τὴν τῶν ἐπικρατούντων ἀκέραιον εὐγνωμοσύνην
7Now ye may see this, as we have declared, not so much by ancient histories, as ye may, if ye search what hath been wickedly done of late through the pestilent behaviour of them that are unworthily placed in authority.
σκοπεῖν δὲ ἔξεστιν οὐ τοσοῦτον ἐκ τῶν παλαιοτέρων ὧν παρεδώκαμεν ἱστοριῶν ὅσα ἐστὶν παρὰ πόδας ὑμᾶς ἐκζητοῦντας ἀνοσίως συντετελεσμένα τῇ τῶν ἀνάξια δυναστευόντων λοιμότητι
8And we must take care for the time to come, that our kingdom may be quiet and peaceable for all men,
καὶ προσέχειν εἰς τὰ μετὰ ταῦτα εἰς τὸ τὴν βασιλείαν ἀτάραχον τοῖς πᾶσιν ἀνθρώποις μετ' εἰρήνης παρεξόμεθα
9Both by changing our purposes, and always judging things that are evident with more equal proceeding.
χρώμενοι ταῖς μεταβολαῖς τὰ δὲ ὑπὸ τὴν ὄψιν ἐρχόμενα διακρίνοντες ἀεὶ μετ' ἐπιεικεστέρας ἀπαντήσεως
10For Aman, a Macedonian, the son of Amadatha, being indeed a stranger from the Persian blood, and far distant from our goodness, and as a stranger received of us,
ὡς γὰρ αμαν αμαδαθου μακεδών ταῖς ἀληθείαις ἀλλότριος τοῦ τῶν περσῶν αἵματος καὶ πολὺ διεστηκὼς τῆς ἡμετέρας χρηστότητος ἐπιξενωθεὶς ἡμῖν
11Had so far forth obtained the favour that we shew toward every nation, as that he was called our father, and was continually honoured of all the next person unto the king.
ἔτυχεν ἧς ἔχομεν πρὸς πᾶν ἔθνος φιλανθρωπίας ἐπὶ τοσοῦτον ὥστε ἀναγορεύεσθαι ἡμῶν πατέρα καὶ προσκυνούμενον ὑπὸ πάντων τὸ δεύτερον τοῦ βασιλικοῦ θρόνου πρόσωπον διατελεῖν
12But he, not bearing his great dignity, went about to deprive us of our kingdom and life:
οὐκ ἐνέγκας δὲ τὴν ὑπερηφανίαν ἐπετήδευσεν τῆς ἀρχῆς στερῆσαι ἡμᾶς καὶ τοῦ πνεύματος
13Having by manifold and cunning deceits sought of us the destruction, as well of Mardocheus, who saved our life, and continually procured our good, as also of blameless Esther, partaker of our kingdom, with their whole nation.
14For by these means he thought, finding us destitute of friends to have translated the kingdom of the Persians to the Macedonians.
τόν τε ἡμέτερον σωτῆρα καὶ διὰ παντὸς εὐεργέτην μαρδοχαῖον καὶ τὴν ἄμεμπτον τῆς βασιλείας κοινωνὸν εσθηρ σὺν παντὶ τῷ τούτων ἔθνει πολυπλόκοις μεθόδων παραλογισμοῖς αἰτησάμενος εἰς ἀπώλειαν
15But we find that the Jews, whom this wicked wretch hath delivered to utter destruction, are no evildoers, but live by most just laws:
διὰ γὰρ τῶν τρόπων τούτων ᾠήθη λαβὼν ἡμᾶς ἐρήμους τὴν τῶν περσῶν ἐπικράτησιν εἰς τοὺς μακεδόνας μετάξαι
16And that they be children of the most high and most mighty, living God, who hath ordered the kingdom both unto us and to our progenitors in the most excellent manner.
ἡμεῖς δὲ τοὺς ὑπὸ τοῦ τρισαλιτηρίου παραδεδομένους εἰς ἀφανισμὸν ιουδαίους εὑρίσκομεν οὐ κακούργους ὄντας δικαιοτάτοις δὲ πολιτευομένους νόμοις
17Wherefore ye shall do well not to put in execution the letters sent unto you by Aman the son of Amadatha.
18For he that was the worker of these things, is hanged at the gates of Susa with all his family: God, who ruleth all things, speedily rendering vengeance to him according to his deserts.
ὄντας δὲ υἱοὺς τοῦ ὑψίστου μεγίστου ζῶντος θεοῦ τοῦ κατευθύνοντος ἡμῖν τε καὶ τοῖς προγόνοις ἡμῶν τὴν βασιλείαν ἐν τῇ καλλίστῃ διαθέσει
19Therefore ye shall publish the copy of this letter in all places, that the Jews may freely live after their own laws.
καλῶς οὖν ποιήσετε μὴ προσχρησάμενοι τοῖς ὑπὸ αμαν αμαδαθου ἀποσταλεῖσι γράμμασιν διὰ τὸ αὐτὸν τὸν ταῦτα ἐξεργασάμενον πρὸς ταῖς σούσων πύλαις ἐσταυρῶσθαι σὺν τῇ πανοικίᾳ τὴν καταξίαν τοῦ τὰ πάντα ἐπικρατοῦντος θεοῦ διὰ τάχους ἀποδόντος αὐτῷ κρίσιν
20And ye shall aid them, that even the same day, being the thirteenth day of the twelfth month Adar, they may be avenged on them, who in the time of their affliction shall set upon them.
τὸ δὲ ἀντίγραφον τῆς ἐπιστολῆς ταύτης ἐκθέντες ἐν παντὶ τόπῳ μετὰ παρρησίας ἐᾶν τοὺς ιουδαίους χρῆσθαι τοῖς ἑαυτῶν νομίμοις καὶ συνεπισχύειν αὐτοῖς ὅπως τοὺς ἐν καιρῷ θλίψεως ἐπιθεμένους αὐτοῖς ἀμύνωνται τῇ τρισκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς αδαρ τῇ αὐτῇ ἡμέρᾳ
21For Almighty God hath turned to joy unto them the day, wherein the chosen people should have perished.
ταύτην γὰρ ὁ πάντα δυναστεύων θεὸς ἀντ' ὀλεθρίας τοῦ ἐκλεκτοῦ γένους ἐποίησεν αὐτοῖς εὐφροσύνην
22Ye shall therefore among your solemn feasts keep it an high day with all feasting:
23That both now and hereafter there may be safety to us and the well affected Persians; but to those which do conspire against us a memorial of destruction.
καὶ ὑμεῖς οὖν ἐν ταῖς ἐπωνύμοις ὑμῶν ἑορταῖς ἐπίσημον ἡμέραν μετὰ πάσης εὐωχίας ἄγετε ὅπως καὶ νῦν καὶ μετὰ ταῦτα σωτηρία ᾖ ἡμῖν καὶ τοῖς εὐνοοῦσιν πέρσαις τοῖς δὲ ἡμῖν ἐπιβουλεύουσιν μνημόσυνον τῆς ἀπωλείας
24Therefore every city and country whatsoever, which shall not do according to these things, shall be destroyed without mercy with fire and sword, and shall be made not only unpassable for men, but also most hateful to wild beasts and fowls for ever.
πᾶσα δὲ πόλις ἢ χώρα τὸ σύνολον ἥτις κατὰ ταῦτα μὴ ποιήσῃ δόρατι καὶ πυρὶ καταναλωθήσεται μετ' ὀργῆς οὐ μόνον ἀνθρώποις ἄβατος ἀλλὰ καὶ θηρίοις καὶ πετεινοῖς εἰς τὸν ἅπαντα χρόνον ἔχθιστος κατασταθήσεται