Additions to Esther 13
1The copy of the letters was this: The great king Artexerxes writeth these things to the princes and governors that are under him from India unto Ethiopia in an hundred and seven and twenty provinces.
τῆς δὲ ἐπιστολῆς ἐστιν τὸ ἀντίγραφον τόδε βασιλεὺς μέγας ἀρταξέρξης τοῖς ἀπὸ τῆς ἰνδικῆς ἕως τῆς αἰθιοπίας ἑκατὸν εἴκοσι ἑπτὰ χωρῶν ἄρχουσι καὶ τοπάρχαις ὑποτεταγμένοις τάδε γράφει
2After that I became lord over many nations and had dominion over the whole world, not lifted up with presumption of my authority, but carrying myself always with equity and mildness, I purposed to settle my subjects continually in a quiet life, and making my kingdom peaceable, and open for passage to the utmost coasts, to renew peace, which is desired of all men.
πολλῶν ἐπάρξας ἐθνῶν καὶ πάσης ἐπικρατήσας οἰκουμένης ἐβουλήθην μὴ τῷ θράσει τῆς ἐξουσίας ἐπαιρόμενος ἐπιεικέστερον δὲ καὶ μετὰ ἠπιότητος ἀεὶ διεξάγων τοὺς τῶν ὑποτεταγμένων ἀκυμάτους διὰ παντὸς καταστῆσαι βίους τήν τε βασιλείαν ἥμερον καὶ πορευτὴν μέχρι περάτων παρεξόμενος ἀνανεώσασθαί τε τὴν ποθουμένην τοῖς πᾶσιν ἀνθρώποις εἰρήνην
3Now when I asked my counsellors how this might be brought to pass, Aman, that excelled in wisdom among us, and was approved for his constant good will and steadfast fidelity, and had the honour of the second place in the kingdom,
πυθομένου δέ μου τῶν συμβούλων πῶς ἂν ἀχθείη τοῦτο ἐπὶ πέρας σωφροσύνῃ παρ' ἡμῖν διενέγκας καὶ ἐν τῇ εὐνοίᾳ ἀπαραλλάκτως καὶ βεβαίᾳ πίστει ἀποδεδειγμένος καὶ δεύτερον τῶν βασιλειῶν γέρας ἀπενηνεγμένος αμαν
4Declared unto us, that in all nations throughout the world there was scattered a certain malicious people, that had laws contrary to all nations, and continually despised the commandments of kings, so as the uniting of our kingdoms, honourably intended by us cannot go forward.
ἐπέδειξεν ἡμῖν ἐν πάσαις ταῖς κατὰ τὴν οἰκουμένην φυλαῖς ἀναμεμεῖχθαι δυσμενῆ λαόν τινα τοῖς νόμοις ἀντίθετον πρὸς πᾶν ἔθνος τά τε τῶν βασιλέων παραπέμποντας διηνεκῶς διατάγματα πρὸς τὸ μὴ κατατίθεσθαι τὴν ὑφ' ἡμῶν κατευθυνομένην ἀμέμπτως συναρχίαν
5Seeing then we understand that this people alone is continually in opposition unto all men, differing in the strange manner of their laws, and evil affected to our state, working all the mischief they can that our kingdom may not be firmly established:
διειληφότες οὖν τόδε τὸ ἔθνος μονώτατον ἐν ἀντιπαραγωγῇ παντὶ διὰ παντὸς ἀνθρώπῳ κείμενον διαγωγὴν νόμων ξενίζουσαν παραλλάσσον καὶ δυσνοοῦν τοῖς ἡμετέροις πράγμασιν τὰ χείριστα συντελοῦν κακὰ καὶ πρὸς τὸ μὴ τὴν βασιλείαν εὐσταθείας τυγχάνειν
6Therefore have we commanded, that all they that are signified in writing unto you by Aman, who is ordained over the affairs, and is next unto us, shall all, with their wives and children, be utterly destroyed by the sword of their enemies, without all mercy and pity, the fourteenth day of the twelfth month Adar of this present year:
προστετάχαμεν οὖν τοὺς σημαινομένους ὑμῖν ἐν τοῖς γεγραμμένοις ὑπὸ αμαν τοῦ τεταγμένου ἐπὶ τῶν πραγμάτων καὶ δευτέρου πατρὸς ἡμῶν πάντας σὺν γυναιξὶ καὶ τέκνοις ἀπολέσαι ὁλορριζεὶ ταῖς τῶν ἐχθρῶν μαχαίραις ἄνευ παντὸς οἴκτου καὶ φειδοῦς τῇ τεσσαρεσκαιδεκάτῃ τοῦ δωδεκάτου μηνὸς αδαρ τοῦ ἐνεστῶτος ἔτους
7That they, who of old and now also are malicious, may in one day with violence go into the grave, and so ever hereafter cause our affairs to be well settled, and without trouble.
ὅπως οἱ πάλαι καὶ νῦν δυσμενεῖς ἐν ἡμέρᾳ μιᾷ βιαίως εἰς τὸν ᾅδην κατελθόντες εἰς τὸν μετέπειτα χρόνον εὐσταθῆ καὶ ἀτάραχα παρέχωσιν ἡμῖν διὰ τέλους τὰ πράγματα
8Then Mardocheus thought upon all the works of the Lord, and made his prayer unto him,
καὶ ἐδεήθη κυρίου μνημονεύων πάντα τὰ ἔργα κυρίου καὶ εἶπεν
9Saying, O Lord, Lord, the King Almighty: for the whole world is in thy power, and if thou hast appointed to save Israel, there is no man that can gainsay thee:
κύριε κύριε βασιλεῦ πάντων κρατῶν ὅτι ἐν ἐξουσίᾳ σου τὸ πᾶν ἐστιν καὶ οὐκ ἔστιν ὁ ἀντιδοξῶν σοι ἐν τῷ θέλειν σε σῶσαι τὸν ισραηλ
10For thou hast made heaven and earth, and all the wondrous things under the heaven.
ὅτι σὺ ἐποίησας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ πᾶν θαυμαζόμενον ἐν τῇ ὑπ' οὐρανὸν καὶ κύριος εἶ πάντων καὶ οὐκ ἔστιν ὃς ἀντιτάξεταί σοι τῷ κυρίῳ
11Thou art Lord of all things, and there is no man that can resist thee, which art the Lord.
σὺ πάντα γινώσκεις σὺ οἶδας κύριε ὅτι οὐκ ἐν ὕβρει οὐδὲ ἐν ὑπερηφανίᾳ οὐδὲ ἐν φιλοδοξίᾳ ἐποίησα τοῦτο τὸ μὴ προσκυνεῖν τὸν ὑπερήφανον αμαν ὅτι ηὐδόκουν φιλεῖν πέλματα ποδῶν αὐτοῦ πρὸς σωτηρίαν ισραηλ
12Thou knowest all things, and thou knowest, Lord, that it was neither in contempt nor pride, nor for any desire of glory, that I did not bow down to proud Aman.
ἀλλὰ ἐποίησα τοῦτο ἵνα μὴ θῶ δόξαν ἀνθρώπου ὑπεράνω δόξης θεοῦ καὶ οὐ προσκυνήσω οὐδένα πλὴν σοῦ τοῦ κυρίου μου καὶ οὐ ποιήσω αὐτὰ ἐν ὑπερηφανίᾳ
13For I could have been content with good will for the salvation of Israel to kiss the soles of his feet.
καὶ νῦν κύριε ὁ θεὸς ὁ βασιλεὺς ὁ θεὸς αβρααμ φεῖσαι τοῦ λαοῦ σου ὅτι ἐπιβλέπουσιν ἡμῖν εἰς καταφθορὰν καὶ ἐπεθύμησαν ἀπολέσαι τὴν ἐξ ἀρχῆς κληρονομίαν σου
14But I did this, that I might not prefer the glory of man above the glory of God: neither will I worship any but thee, O God, neither will I do it in pride.
μὴ ὑπερίδῃς τὴν μερίδα σου ἣν σεαυτῷ ἐλυτρώσω ἐκ γῆς αἰγύπτου
15And now, O Lord God and King, spare thy people: for their eyes are upon us to bring us to nought; yea, they desire to destroy the inheritance, that hath been thine from the beginning.
ἐπάκουσον τῆς δεήσεώς μου καὶ ἱλάσθητι τῷ κλήρῳ σου καὶ στρέψον τὸ πένθος ἡμῶν εἰς εὐωχίαν ἵνα ζῶντες ὑμνῶμέν σου τὸ ὄνομα κύριε καὶ μὴ ἀφανίσῃς στόμα αἰνούντων σοι
16Despise not the portion, which thou hast delivered out of Egypt for thine own self.
καὶ πᾶς ισραηλ ἐκέκραξαν ἐξ ἰσχύος αὐτῶν ὅτι θάνατος αὐτῶν ἐν ὀφθαλμοῖς αὐτῶν
17Hear my prayer, and be merciful unto thine inheritance: turn our sorrow into joy, that we may live, O Lord, and praise thy name: and destroy not the mouths of them that praise thee, O Lord.
καὶ εσθηρ ἡ βασίλισσα κατέφυγεν ἐπὶ τὸν κύριον ἐν ἀγῶνι θανάτου κατειλημμένη καὶ ἀφελομένη τὰ ἱμάτια τῆς δόξης αὐτῆς ἐνεδύσατο ἱμάτια στενοχωρίας καὶ πένθους καὶ ἀντὶ τῶν ὑπερηφάνων ἡδυσμάτων σποδοῦ καὶ κοπριῶν ἔπλησεν τὴν κεφαλὴν αὐτῆς καὶ τὸ σῶμα αὐτῆς ἐταπείνωσεν σφόδρα καὶ πάντα τόπον κόσμου ἀγαλλιάματος αὐτῆς ἔπλησε στρεπτῶν τριχῶν αὐτῆς καὶ ἐδεῖτο κυρίου θεοῦ ισραηλ καὶ εἶπεν
18All Israel in like manner cried most earnestly unto the Lord, because their death was before their eyes.
κύριέ μου ὁ βασιλεὺς ἡμῶν σὺ εἶ μόνος βοήθησόν μοι τῇ μόνῃ καὶ μὴ ἐχούσῃ βοηθὸν εἰ μὴ σέ ὅτι κίνδυνός μου ἐν χειρί μου