1Therefore the Lord hath made good his word, which he pronounced against us, and against our judges that judged Israel, and against our kings, and against our princes, and against the men of Israel and Juda,
καὶ ἔστησεν κύριος τὸν λόγον αὐτοῦ ὃν ἐλάλησεν ἐφ' ἡμᾶς καὶ ἐπὶ τοὺς δικαστὰς ἡμῶν τοὺς δικάσαντας τὸν ισραηλ καὶ ἐπὶ τοὺς βασιλεῖς ἡμῶν καὶ ἐπὶ τοὺς ἄρχοντας ἡμῶν καὶ ἐπὶ ἄνθρωπον ισραηλ καὶ ιουδα
2To bring upon us great plagues, such as never happened under the whole heaven, as it came to pass in Jerusalem, according to the things that were written in the law of Moses;
οὐκ ἐποιήθη ὑποκάτω παντὸς τοῦ οὐρανοῦ καθὰ ἐποίησεν ἐν ιερουσαλημ κατὰ τὰ γεγραμμένα ἐν τῷ νόμῳ μωυσῆ
3That a man should eat the flesh of his own son, and the flesh of his own daughter.
τοῦ φαγεῖν ἡμᾶς ἄνθρωπον σάρκας υἱοῦ αὐτοῦ καὶ ἄνθρωπον σάρκας θυγατρὸς αὐτοῦ
4Moreover he hath delivered them to be in subjection to all the kingdoms that are round about us, to be as a reproach and desolation among all the people round about, where the Lord hath scattered them.
καὶ ἔδωκεν αὐτοὺς ὑποχειρίους πάσαις ταῖς βασιλείαις ταῖς κύκλῳ ἡμῶν εἰς ὀνειδισμὸν καὶ εἰς ἄβατον ἐν πᾶσι τοῖς λαοῖς τοῖς κύκλῳ οὗ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖ
5Thus we were cast down, and not exalted, because we have sinned against the Lord our God, and have not been obedient unto his voice.
καὶ ἐγενήθησαν ὑποκάτω καὶ οὐκ ἐπάνω ὅτι ἡμάρτομεν κυρίῳ θεῷ ἡμῶν πρὸς τὸ μὴ ἀκούειν τῆς φωνῆς αὐτοῦ
6To the Lord our God appertaineth righteousness: but unto us and to our fathers open shame, as appeareth this day.
τῷ κυρίῳ θεῷ ἡμῶν ἡ δικαιοσύνη ἡμῖν δὲ καὶ τοῖς πατράσιν ἡμῶν ἡ αἰσχύνη τῶν προσώπων ὡς ἡ ἡμέρα αὕτη
7For all these plagues are come upon us, which the Lord hath pronounced against us
ἃ ἐλάλησεν κύριος ἐφ' ἡμᾶς πάντα τὰ κακὰ ταῦτα ἦλθεν ἐφ' ἡμᾶς
8Yet have we not prayed before the Lord, that we might turn every one from the imaginations of his wicked heart.
καὶ οὐκ ἐδεήθημεν τοῦ προσώπου κυρίου τοῦ ἀποστρέψαι ἕκαστον ἀπὸ τῶν νοημάτων τῆς καρδίας αὐτῶν τῆς πονηρᾶς
9Wherefore the Lord watched over us for evil, and the Lord hath brought it upon us: for the Lord is righteous in all his works which he hath commanded us.
καὶ ἐγρηγόρησεν κύριος ἐπὶ τοῖς κακοῖς καὶ ἐπήγαγε κύριος ἐφ' ἡμᾶς ὅτι δίκαιος ὁ κύριος ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἃ ἐνετείλατο ἡμῖν
10Yet we have not hearkened unto his voice, to walk in the commandments of the Lord, that he hath set before us.
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς αὐτοῦ πορεύεσθαι τοῖς προστάγμασιν κυρίου οἷς ἔδωκεν κατὰ πρόσωπον ἡμῶν
11And now, O Lord God of Israel, that hast brought thy people out of the land of Egypt with a mighty hand, and high arm, and with signs, and with wonders, and with great power, and hast gotten thyself a name, as appeareth this day:
καὶ νῦν κύριε ὁ θεὸς ισραηλ ὃς ἐξήγαγες τὸν λαόν σου ἐκ γῆς αἰγύπτου ἐν χειρὶ κραταιᾷ καὶ ἐν σημείοις καὶ ἐν τέρασιν καὶ ἐν δυνάμει μεγάλῃ καὶ ἐν βραχίονι ὑψηλῷ καὶ ἐποίησας σεαυτῷ ὄνομα ὡς ἡ ἡμέρα αὕτη
12O Lord our God, we have sinned, we have done ungodly, we have dealt unrighteously in all thine ordinances.
ἡμάρτομεν ἠσεβήσαμεν ἠδικήσαμεν κύριε ὁ θεὸς ἡμῶν ἐπὶ πᾶσιν τοῖς δικαιώμασίν σου
13Let thy wrath turn from us: for we are but a few left among the heathen, where thou hast scattered us.
ἀποστραφήτω ὁ θυμός σου ἀφ' ἡμῶν ὅτι κατελείφθημεν ὀλίγοι ἐν τοῖς ἔθνεσιν οὗ διέσπειρας ἡμᾶς ἐκεῖ
14Hear our prayers, O Lord, and our petitions, and deliver us for thine own sake, and give us favour in the sight of them which have led us away:
εἰσάκουσον κύριε τῆς προσευχῆς ἡμῶν καὶ τῆς δεήσεως ἡμῶν καὶ ἐξελοῦ ἡμᾶς ἕνεκεν σοῦ καὶ δὸς ἡμῖν χάριν κατὰ πρόσωπον τῶν ἀποικισάντων ἡμᾶς
15That all the earth may know that thou art the Lord our God, because Israel and his posterity is called by thy name.
ἵνα γνῷ πᾶσα ἡ γῆ ὅτι σὺ κύριος ὁ θεὸς ἡμῶν ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ ισραηλ καὶ ἐπὶ τὸ γένος αὐτοῦ
16O Lord, look down from thine holy house, and consider us: bow down thine ear, O Lord, to hear us.
κύριε κάτιδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ ἐννόησον εἰς ἡμᾶς κλῖνον κύριε τὸ οὖς σου καὶ ἄκουσον
17Open thine eyes, and behold; for the dead that are in the graves, whose souls are taken from their bodies, will give unto the Lord neither praise nor righteousness:
ἄνοιξον κύριε τοὺς ὀφθαλμούς σου καὶ ἰδέ ὅτι οὐχ οἱ τεθνηκότες ἐν τῷ ᾅδῃ ὧν ἐλήμφθη τὸ πνεῦμα αὐτῶν ἀπὸ τῶν σπλάγχνων αὐτῶν δώσουσιν δόξαν καὶ δικαίωμα τῷ κυρίῳ
18But the soul that is greatly vexed, which goeth stooping and feeble, and the eyes that fail, and the hungry soul, will give thee praise and righteousness, O Lord.
ἀλλὰ ἡ ψυχὴ ἡ λυπουμένη ἐπὶ τὸ μέγεθος ὃ βαδίζει κύπτον καὶ ἀσθενοῦν καὶ οἱ ὀφθαλμοὶ οἱ ἐκλείποντες καὶ ἡ ψυχὴ ἡ πεινῶσα δώσουσίν σοι δόξαν καὶ δικαιοσύνην κύριε
19Therefore we do not make our humble supplication before thee, O Lord our God, for the righteousness of our fathers, and of our kings.
ὅτι οὐκ ἐπὶ τὰ δικαιώματα τῶν πατέρων ἡμῶν καὶ τῶν βασιλέων ἡμῶν ἡμεῖς καταβάλλομεν τὸν ἔλεον ἡμῶν κατὰ πρόσωπόν σου κύριε ὁ θεὸς ἡμῶν
20For thou hast sent out thy wrath and indignation upon us, as thou hast spoken by thy servants the prophets, saying,
ὅτι ἐνῆκας τὸν θυμόν σου καὶ τὴν ὀργήν σου εἰς ἡμᾶς καθάπερ ἐλάλησας ἐν χειρὶ τῶν παίδων σου τῶν προφητῶν λέγων
21Thus saith the Lord, Bow down your shoulders to serve the king of Babylon: so shall ye remain in the land that I gave unto your fathers.
οὕτως εἶπεν κύριος κλίνατε τὸν ὦμον ὑμῶν καὶ ἐργάσασθε τῷ βασιλεῖ βαβυλῶνος καὶ καθίσατε ἐπὶ τὴν γῆν ἣν ἔδωκα τοῖς πατράσιν ὑμῶν
22But if ye will not hear the voice of the Lord, to serve the king of Babylon,
καὶ ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς κυρίου ἐργάσασθαι τῷ βασιλεῖ βαβυλῶνος
23I will cause to cease out of the cites of Judah, and from without Jerusalem, the voice of mirth, and the voice of joy, the voice of the bridegroom, and the voice of the bride: and the whole land shall be desolate of inhabitants.
ἐκλείψειν ποιήσω ἐκ πόλεων ιουδα καὶ ἔξωθεν ιερουσαλημ φωνὴν εὐφροσύνης καὶ φωνὴν χαρμοσύνης φωνὴν νυμφίου καὶ φωνὴν νύμφης καὶ ἔσται πᾶσα ἡ γῆ εἰς ἄβατον ἀπὸ ἐνοικούντων
24But we would not hearken unto thy voice, to serve the king of Babylon: therefore hast thou made good the words that thou spakest by thy servants the prophets, namely, that the bones of our kings, and the bones of our fathers, should be taken out of their place.
καὶ οὐκ ἠκούσαμεν τῆς φωνῆς σου ἐργάσασθαι τῷ βασιλεῖ βαβυλῶνος καὶ ἔστησας τοὺς λόγους σου οὓς ἐλάλησας ἐν χερσὶν τῶν παίδων σου τῶν προφητῶν τοῦ ἐξενεχθῆναι τὰ ὀστᾶ βασιλέων ἡμῶν καὶ τὰ ὀστᾶ τῶν πατέρων ἡμῶν ἐκ τοῦ τόπου αὐτῶν
25And, lo, they are cast out to the heat of the day, and to the frost of the night, and they died in great miseries by famine, by sword, and by pestilence.
καὶ ἰδού ἐστιν ἐξερριμμένα τῷ καύματι τῆς ἡμέρας καὶ τῷ παγετῷ τῆς νυκτός καὶ ἀπεθάνοσαν ἐν πόνοις πονηροῖς ἐν λιμῷ καὶ ἐν ῥομφαίᾳ καὶ ἐν ἀποστολῇ
26And the house which is called by thy name hast thou laid waste, as it is to be seen this day, for the wickedness of the house of Israel and the house of Juda.
καὶ ἔθηκας τὸν οἶκον οὗ ἐπεκλήθη τὸ ὄνομά σου ἐπ' αὐτῷ ὡς ἡ ἡμέρα αὕτη διὰ πονηρίαν οἴκου ισραηλ καὶ οἴκου ιουδα
27O Lord our God, thou hast dealt with us after all thy goodness, and according to all that great mercy of thine,
καὶ ἐποίησας εἰς ἡμᾶς κύριε ὁ θεὸς ἡμῶν κατὰ πᾶσαν ἐπιείκειάν σου καὶ κατὰ πάντα οἰκτιρμόν σου τὸν μέγαν
28As thou spakest by thy servant Moses in the day when thou didst command him to write the law before the children of Israel, saying,
καθὰ ἐλάλησας ἐν χειρὶ παιδός σου μωυσῆ ἐν ἡμέρᾳ ἐντειλαμένου σου αὐτῷ γράψαι τὸν νόμον σου ἐναντίον υἱῶν ισραηλ λέγων
29If ye will not hear my voice, surely this very great multitude shall be turned into a small number among the nations, where I will scatter them.
ἐὰν μὴ ἀκούσητε τῆς φωνῆς μου ἦ μὴν ἡ βόμβησις ἡ μεγάλη ἡ πολλὴ αὕτη ἀποστρέψει εἰς μικρὰν ἐν τοῖς ἔθνεσιν οὗ διασπερῶ αὐτοὺς ἐκεῖ
30For I knew that they would not hear me, because it is a stiffnecked people: but in the land of their captivities they shall remember themselves.
ὅτι ἔγνων ὅτι οὐ μὴ ἀκούσωσίν μου ὅτι λαὸς σκληροτράχηλός ἐστιν καὶ ἐπιστρέψουσιν ἐπὶ καρδίαν αὐτῶν ἐν γῇ ἀποικισμοῦ αὐτῶν
31And shall know that I am the Lord their God: for I will give them an heart, and ears to hear:
καὶ γνώσονται ὅτι ἐγὼ κύριος ὁ θεὸς αὐτῶν καὶ δώσω αὐτοῖς καρδίαν καὶ ὦτα ἀκούοντα
32And they shall praise me in the land of their captivity, and think upon my name,
καὶ αἰνέσουσίν με ἐν γῇ ἀποικισμοῦ αὐτῶν καὶ μνησθήσονται τοῦ ὀνόματός μου
33And return from their stiff neck, and from their wicked deeds: for they shall remember the way of their fathers, which sinned before the Lord.
καὶ ἀποστρέψουσιν ἀπὸ τοῦ νώτου αὐτῶν τοῦ σκληροῦ καὶ ἀπὸ πονηρῶν πραγμάτων αὐτῶν ὅτι μνησθήσονται τῆς ὁδοῦ πατέρων αὐτῶν τῶν ἁμαρτόντων ἔναντι κυρίου
34And I will bring them again into the land which I promised with an oath unto their fathers, Abraham, Isaac, and Jacob, and they shall be lords of it: and I will increase them, and they shall not be diminished.
καὶ ἀποστρέψω αὐτοὺς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν αὐτῶν τῷ αβρααμ καὶ τῷ ισαακ καὶ τῷ ιακωβ καὶ κυριεύσουσιν αὐτῆς καὶ πληθυνῶ αὐτούς καὶ οὐ μὴ σμικρυνθῶσιν
35And I will make an everlasting covenant with them to be their God, and they shall be my people: and I will no more drive my people of Israel out of the land that I have given them.
καὶ στήσω αὐτοῖς διαθήκην αἰώνιον τοῦ εἶναί με αὐτοῖς εἰς θεὸν καὶ αὐτοὶ ἔσονταί μοι εἰς λαόν καὶ οὐ κινήσω ἔτι τὸν λαόν μου ισραηλ ἀπὸ τῆς γῆς ἧς ἔδωκα αὐτοῖς