1Put off, O Jerusalem, the garment of mourning and affliction, and put on the comeliness of the glory that cometh from God for ever.
ἔκδυσαι ιερουσαλημ τὴν στολὴν τοῦ πένθους καὶ τῆς κακώσεώς σου καὶ ἔνδυσαι τὴν εὐπρέπειαν τῆς παρὰ τοῦ θεοῦ δόξης εἰς τὸν αἰῶνα
2Cast about thee a double garment of the righteousness which cometh from God; and set a diadem on thine head of the glory of the Everlasting.
περιβαλοῦ τὴν διπλοΐδα τῆς παρὰ τοῦ θεοῦ δικαιοσύνης ἐπίθου τὴν μίτραν ἐπὶ τὴν κεφαλήν σου τῆς δόξης τοῦ αἰωνίου
3For God will shew thy brightness unto every country under heaven.
ὁ γὰρ θεὸς δείξει τῇ ὑπ' οὐρανὸν πάσῃ τὴν σὴν λαμπρότητα
4For thy name shall be called of God for ever The peace of righteousness, and The glory of God’s worship.
κληθήσεται γάρ σου τὸ ὄνομα παρὰ τοῦ θεοῦ εἰς τὸν αἰῶνα εἰρήνη δικαιοσύνης καὶ δόξα θεοσεβείας
5Arise, O Jerusalem, and stand on high, and look about toward the east, and behold thy children gathered from the west unto the east by the word of the Holy One, rejoicing in the remembrance of God.
ἀνάστηθι ιερουσαλημ καὶ στῆθι ἐπὶ τοῦ ὑψηλοῦ καὶ περίβλεψαι πρὸς ἀνατολὰς καὶ ἰδέ σου συνηγμένα τὰ τέκνα ἀπὸ ἡλίου δυσμῶν ἕως ἀνατολῶν τῷ ῥήματι τοῦ ἁγίου χαίροντας τῇ τοῦ θεοῦ μνείᾳ
6For they departed from thee on foot, and were led away of their enemies: but God bringeth them unto thee exalted with glory, as children of the kingdom.
ἐξῆλθον γὰρ παρὰ σοῦ πεζοὶ ἀγόμενοι ὑπὸ ἐχθρῶν εἰσάγει δὲ αὐτοὺς ὁ θεὸς πρὸς σὲ αἰρομένους μετὰ δόξης ὡς θρόνον βασιλείας
7For God hath appointed that every high hill, and banks of long continuance, should be cast down, and valleys filled up, to make even the ground, that Israel may go safely in the glory of God,
συνέταξεν γὰρ ὁ θεὸς ταπεινοῦσθαι πᾶν ὄρος ὑψηλὸν καὶ θῖνας ἀενάους καὶ φάραγγας πληροῦσθαι εἰς ὁμαλισμὸν τῆς γῆς ἵνα βαδίσῃ ισραηλ ἀσφαλῶς τῇ τοῦ θεοῦ δόξῃ
8Moreover even the woods and every sweetsmelling tree shall overshadow Israel by the commandment of God.
ἐσκίασαν δὲ καὶ οἱ δρυμοὶ καὶ πᾶν ξύλον εὐωδίας τῷ ισραηλ προστάγματι τοῦ θεοῦ
9For God shall lead Israel with joy in the light of his glory with the mercy and righteousness that cometh from him.
ἡγήσεται γὰρ ὁ θεὸς ισραηλ μετ' εὐφροσύνης τῷ φωτὶ τῆς δόξης αὐτοῦ σὺν ἐλεημοσύνῃ καὶ δικαιοσύνῃ τῇ παρ' αὐτοῦ