1Watch concerning your life; let not your lamps be quenched or your loins be loosed, but be ye ready, for ye know not the hour at which our Lord cometh. But be ye gathered together frequently, seeking what is suitable for your souls; for the whole time of your faith shall profit you not, unless ye be found perfect in the last time. For in the last days false prophets and seducers shall be multiplied, and the sheep shall be turned into wolves, and love shall be turned into hate; and because iniquity aboundeth they shall hate each other, and persecute each other, and deliver each other up; and then shall the Deceiver of the world appear as the Son of God, and shall do signs and wonders, and the earth shall be delivered into his hands; and he shall do unlawful things, such as have never happened since the beginning of the world. Then shall the creation of man come to the fiery trial of proof, and many shall be offended and shall perish; but they who remain in their faith shall be saved by the rock of offence itself. And then shall appear the signs of the truth; first the sign of the appearance in heaven, then the sign of the sound of the trumpet; and thirdly, the resurrection of the dead—not of all, but as it has been said, The Lord shall come and all his saints with him; then shall the world behold the Lord coming on the clouds of heaven.
Γρηγορεῖτε ὑπὲρ τῆς ζωῆς ὑμῶν· οἱ λύχνοι ὑμῶν μὴ σβεσθήτωσαν, καὶ αἱ ὀσφύες ὑμῶν μὴ ἐκλυέσθωσαν, ἀλλὰ γίνεσθε ἕτοιμοι· οὐ γὰρ οἴδατε τὴν ὥραν, ἐν ᾗ ὁ Κύριος ἡμῶν ἔρχεται. 2. πυκνῶς δὲ συναχθήσεσθε ζητοῦντες τὰ ἀνήκοντα ταῖς ψυχαῖς ὑμῶν· οὐ γὰρ ὠφελήσει ὑμᾶς ὁ πᾶς χρόνος τῆς πίστεως ὑμῶν, ἐὰν μὴ ἐν τῷ ἐσχάτῳ καιρῷ τελειωθῆτε. 3. ἐν γὰρ ταῖς ἐσχάταις ἡμέραις πληθυνθήσονται οἱ ψευδοπροφῆται καὶ οἱ φθορεῖς, καὶ στραφήσονται τὰ πρόβατα εἰς λύκους, καὶ ἡ ἀγάπη στραφήσεται εἰς μῖσος· 4. αὐξανούσης γὰρ τῆς ἀνομίας μισήσουσιν ἀλλήλους καὶ διώξουσιν καὶ παραδώσουσι. καὶ τότε φανήσεται ὁ κοσμοπλανὴς ὡς υἱὸς Θεοῦ καὶ ποιήσει σημεῖα καὶ τέρατα, καὶ ἡ γῆ παραδοθήσεται εἰς χεῖρας αὐτοῦ, καὶ ποιήσει ἀθέμιτα, ἃ οὐδέποτε γέγονεν ἐξ αἰῶνος. 5. τότε ἥξει ἡ κτίσις τῶν ἀνθρώπων εἰς τὴν πύρωσιν τῆς δοκιμασίας, καὶ σκανδαλισθήσονται πολλοὶ καὶ ἀπολοῦνται, οἱ δὲ ὑπομείναντες ἐν τῇ πίστει αὐτῶν σωθήσονται ὑπ᾽ αὐτοῦ τοῦ καταθέματος. 6. καὶ τότε φανήσεται τὰ σημεῖα τῆς ἀληθείας· πρῶτον σημεῖον ἐκπετάσεως ἐν οὐρανῷ, εἶτα σημεῖον φωνῆς σάλπιγγος, καὶ τὸ τρίτον ἀνάστασις νεκρῶν· οὐ πάντων δέ, ἀλλ᾽ ὡς ἐρρέθη· Ἥξει ὁ Κύριος καὶ πάντες οἱ ἅγιοι μετ᾽ αὐτοῦ. 7. τότε ὄψεται ὁ κόσμος τὸν Κύριον ἐρχόμενον ἐπάνω τῶν νεφελῶν τοῦ οὐρανοῦ. (124229)