1My child, fly from everything that is evil, and from everything that is like to it. Be not wrathful, for wrath leadeth unto slaughter; be not jealous, or contentious, or quarrelsome, for from all these things slaughter ensues. My child, be not lustful, for lust leadeth unto fornication; be not a filthy talker; be not a lifter up of the eye, for from all these things come adulteries. My child, be not an observer of omens, since it leadeth to idolatry, nor a user of spells, nor an astrologer, nor a travelling purifier, nor wish to see these things, for from all these things idolatry ariseth. My child, be not a liar, for lying leadeth unto theft; be not covetous or conceited, for from all these things thefts arise. My child, be not a murmurer, since it leadeth unto blasphemy; be not self-willed or evil-minded, for from all these things blasphemies are produced; but be thou meek, for the meek shall inherit the earth; be thou long-suffering, and compassionate, and harmless, and peaceable, and good, and fearing alway the words that thou hast heard. Thou shalt not exalt thyself, neither shalt thou put boldness into thy soul. Thy soul shall not be joined unto the lofty, but thou shalt walk with the just and humble. Accept the things that happen to thee as good, knowing that without God nothing happens.
Τέκνον μου, φεῦγε ἀπὸ παντὸς πονηροῦ καὶ ἀπὸ παντὸς ὁμοίου αὐτοῦ. 2. μὴ γίνου ὀργίλος· ὁδηγεῖ γὰρ ἡ ὀργὴ πρὸς τὸν φόνον· μηδὲ ζηλωτὴς μηδὲ ἐριστικὸς μηδὲ θυμικός· ἐκ γὰρ τούτων ἁπάντων φόνοι γεννῶνται. 3. τέκνον μου, μὴ γίνου ἐπιθυμητής· ὁδηγεῖ γὰρ ἡ ἐπιθυμία πρὸς τὴν πορνείαν· μηδὲ αἰσχρολόγος μηδὲ ὑψηλόφθαλμος· ἐκ γὰρ τούτων ἁπάντων μοιχεῖαι γεννῶνται. 4. τέκνον μου, μὴ γίνου οἰωνοσκόπος· ἐπειδὴ ὁδηγεῖ εἰς τὴν εἰδωλολατρίαν· μηδὲ ἐπαοιδὸς μηδὲ μαθηματικὸς μηδὲ περικαθαίρων μηδὲ θέλε αὐτὰ βλέπειν· ἐκ γὰρ τούτων ἁπάντων εἰδωλολατρία γεννᾶται. 5. τέκνον μου, μὴ γίνου ψεύστης· ἐπειδὴ ὁδηγεῖ τὸ ψεῦσμα εἰς τὴν κλοπήν· μηδὲ φιλάργυρος μηδὲ κενόδοξος· ἐκ γὰρ τούτων ἁπάντων κλοπαὶ γεννῶνται. 6. τέκνον μου, μὴ γίνου γόγγυσος· ἐπειδὴ ὁδηγεῖ εἰς τὴν βλασφημίαν· μηδὲ αὐθάδης μηδὲ πονηρόφρων· ἐκ γὰρ τούτων ἁπάντων βλασφημίαι γεννῶνται. 7. ἴσθι δὲ πραῢς· ἐπεὶ οἱ πραεῖς κληρονομήσουσι τὴν γῆν. 8. γίνου μακρόθυμος καὶ ἐλεήμων καὶ ἄκακος καὶ ἡσύχιος καὶ ἀγαθὸς καὶ τρέμων τοὺς λόγους διὰ παντός, οὓς ἤκουσας. 9. οὐχ ὑψώσεις σεαυτὸν οὐδὲ δώσεις τῇ ψυχῇ σου θράσος. οὐ κολληθήσεται ἡ ψυχή σου μετὰ ὑψηλῶν, ἀλλὰ μετὰ δικαίων καὶ ταπεινῶν ἀναστραφήσῃ. 10. τὰ συμβαίνοντά σοι ἐνεργήματα ὡς ἀγαθὰ προσδέξῃ, εἰδὼς ὅτι ἄτερ Θεοῦ οὐδὲν γίνεται. (109956)
See also: Matthew 5:5