Didache 5
1But the path of death is this. First of all, it is evil and full of cursing; there are found murders, adulteries, lusts, fornication, thefts, idolatries, soothsaying, sorceries, robberies, false witnessings, hypocrisies, double-mindedness, craft, pride, malice, self-will, covetousness, filthy talking, jealousy, audacity, arrogance; there are they who persecute the good—lovers of a lie, not knowing the reward of righteousness, not cleaving to the good nor to righteous judgment, watching not for the good but for the bad, from whom meekness and patience are afar off, loving things that are vain, following after recompense, having no compassion on the needy, nor labouring for him that is in trouble, not knowing him that made them, murderers of children, corrupters of the image of God, who turn away from him that is in need, who oppress him that is in trouble, unjust judges of the poor, erring in all things. From all these, children, may ye be delivered.
Ἡ δὲ τοῦ θανάτου ὁδός ἐστιν αὕτη· πρῶτον πάντων πονηρά ἐστι καὶ κατάρας μεστή· φόνοι, μοιχεῖαι, ἐπιθυμίαι, πορνεῖαι, κλοπαί, εἰδωλολατρίαι, μαγεῖαι, φαρμακίαι, ἁρπαγαί, ψευδομαρτυρίαι, ὑποκρίσεις, διπλοκαρδία, δόλος, ὑπερηφανία, κακία, αὐθάδεια, πλεονεξία, αἰσχρολογία, ζηλοτυπία, θρασύτης, ὕψος, ἀλαζονεία· 2. διῶκται ἀγαθῶν, μισοῦντες ἀλήθειαν, ἀγαπῶντες ψεῦδος, οὐ γινώσκοντες μισθὸν δικαιοσύνης, οὐ κολλώμενοι ἀγαθῷ οὐδὲ κρίσει δικαίᾳ, ἀγρυπνοῦντες οὐκ εἰς τὸ ἀγαθόν, ἀλλ᾽ εἰς τὸ πονηρόν· ὧν μακρὰν πραΰτης καὶ ὑπομονή, μάταια ἀγαπῶντες, διώκοντες ἀνταπόδομα, οὐκ ἐλεοῦντες πτωχόν, οὐ πονοῦντες ἐπὶ καταπονουμένῳ, οὐ γινώσκοντες τὸν ποιήσαντα αὐτούς, φονεῖς τέκνων, φθορεῖς πλάσματος Θεοῦ, ἀποστρεφόμενοι τὸν ἐνδεόμενον, καταπονοῦντες τὸν θλιβόμενον, πλουσίων παράκλητοι, πενήτων ἄνομοι κριταί, πανθαμάρτητοι· ῥυσθείητε, τέκνα, ἀπὸ τούτων ἁπάντων. (77931)
See also: Apostolic Constitutions, Book VII 18:1