The Passion of the Holy Martyrs Perpetua and Felicitas 2
1The young catechumens, Revocatus and his fellow-servant Felicitas, Saturninus and Secundulus, were apprehended. And among them also was Vivia Perpetua, respectably born, liberally educated, a married matron, having a father and mother and two brothers, one of whom, like herself, was a catechumen, and a son an infant at the breast. She herself was about twenty-two years of age. From this point onward she shall herself narrate the whole course of her martyrdom, as she left it described by her own hand and with her own mind.
Ἐν πόλει Θουρβιτάνων τῇ μικροτέρᾳ συνελήφθησαν νεανίσκοι κατηχούμενοι, Ῥεουκάτος καὶ Φηλικητάτη σύνδουλοι, καὶ Σατουρνῖλος καὶ Σεκοῦνδος· μετ' αὐτῶν δὲ καὶ Οὐιβία Περπετούα, ἥτις ἦν γεννηθεῖσα εὐγενῶς καὶ τραφεῖσα πολυτελῶς γαμηθεῖσά τε ἐξόχως. αὕτη εἶχεν πατέρα καὶ μητέρα καὶ δύο ἀδελφούς, ὧν ὁ ἕτερος ἦν ὡσαύτως κατηχούμενος· εἶχεν δὲ καὶ τέκνον, ὃ πρὸς τοῖς μασθοῖς ἔτι ἐθήλαζεν· ἦν δὲ αὕτη ἐτῶν εἴκοσι δύο· ἥτις πᾶσαν τὴν τάξιν τοῦ μαρτυρίου ἐντεῦθεν διηγήσατο, ὡς καὶ τῷ νοΐ αὐτῆς καὶ τῇ χειρὶ συγγράψασα κατέλιπεν οὕτως εἰποῦσα. (54107)
2“While” says she, “we were still with the persecutors, and my father, for the sake of his affection for me, was persisting in seeking to turn me away, and to cast me down from the faith,—‘Father,’ said I, ‘do you see, let us say, this vessel lying here to be a little pitcher, or something else?’ And he said, ‘I see it to be so.’ And I replied to him, ‘Can it be called by any other name than what it is?’ And he said, ‘No.’ ‘Neither can I call myself anything else than what I am, a Christian.’ Then my father, provoked at this saying, threw himself upon me, as if he would tear my eyes out. But he only distressed me, and went away overcome by the devil’s arguments. Then, in a few days after I had been without my father, I gave thanks to the Lord; and his absence became a source of consolation to me. In that same interval of a few days we were baptized, and to me the Spirit prescribed that in the water of baptism nothing else was to be sought for bodily endurance. After a few days we are taken into the dungeon, and I was very much afraid, because I had never felt such darkness. O terrible day! O the fierce heat of the shock of the soldiery, because of the crowds! I was very unusually distressed by my anxiety for my infant. There were present there Tertius and Pomponius, the blessed deacons who ministered to us, and had arranged by means of a gratuity that we might be refreshed by being sent out for a few hours into a pleasanter part of the prison. Then going out of the dungeon, all attended to their own wants. I suckled my child, which was now enfeebled with hunger. In my anxiety for it, I addressed my mother and comforted my brother, and commended to their care my son. I was languishing because I had seen them languishing on my account. Such solicitude I suffered for many days, and I obtained for my infant to remain in the dungeon with me; and forthwith I grew strong and was relieved from distress and anxiety about my infant; and the dungeon became to me as it were a palace, so that I preferred being there to being elsewhere.
Ἔτι, φησίν, ἡμῶν παρατηρουμένων ἐπεχείρει ὁ πατήρ μοι λόγοις πείθειν με κατὰ τὴν ἑαυτοῦ εὐσπλαγχνίαν τῆς προκειμένης ὁμολογίας ἐκπεσεῖν· κἀγὼ πρὸς αὐτόν· Πάτερ, ἔφην, ὁρᾷς λόγου χάριν σκεῦος κείμενον ἢ ἄλλο τι τῶν τοιούτων; κἀκεῖνος ἀπεκρίθη· Ὁρῶ. κἀγώ· Ἄλλο ὀνομάζειν αὐτὸ μὴ θέμις; οὐδὲ δύναμαι, εἰ μὴ ὃ εἰμί, τουτέστι χριστιανή. τότε ὁ πατήρ μου ταραχθεὶς τῷδε τῷ λόγῳ ἐπελθὼν ἠθέλησεν τοὺς ὀφθαλμούς μου ἐξορύξαι· ἔπειτα μόνον κράξας, ἐξῆλθεν νικηθεὶς μετὰ τῶν τοῦ διαβόλου μηχανῶν. τότε ὀλίγας ἡμέρας ἀποδημήσαντος αὐτοῦ, ηὐχαρίστησα τῷ κυρίῳ, καὶ ἥσθην ἀπόντος αὐτοῦ· καὶ ἐν αὐταῖς ταῖς ἡμέραις ἐβαπτίσθημεν· καὶ ἐμὲ ὑπηγόρευσεν τὸ πνεῦμα τὸ ἅγιον μηδὲν ἄλλο αἰτήσασθαι ἀπὸ τοῦ ὕδατος τοῦ βαπτίσματος εἰ μὴ σαρκὸς ὑπομονήν. μετὰ δὲ ὀλίγας ἡμέρας ἐβλήθημεν εἰς φυλακήν, καὶ ἐξενίσθην· οὐ γὰρ πώποτε τοιοῦτον ἑωράκειν σκότος· ὡς δεινὴν ἡμέραν καῦμά τε σφοδρόν· καὶ γὰρ ἀνθρώπων πλῆθος ἦν ἐκεῖ ἄλλως τε καὶ στρατιωτῶν συκοφαντίαις πλείσταις· μεθ' ἃ δὴ πάντα κατεπονούμην διὰ τὸ νήπιον τέκνον. τότε Τέρτιος καὶ Πομπόνιος, εὐλογημένοι διάκονοι οἱ διηκόνουν ἡμῖν, τιμὰς δόντες ἐποίησαν ἡμᾶς εἰς ἡμερώτερον τόπον τῆς φυλακῆς μεταχθῆναι. τότε ἀναπνοῆς ἐτύχομεν, καὶ δὴ ἕκαστοι προσαχθέντες ἐσχόλαζον ἑαυτοῖς· καὶ τὸ βρέφος ἠνέχθη πρός με, καὶ ἐπεδίδουν αὐτῷ γάλα, ἤδη αὐχμῷ μαρανθέν· τῇ μητρὶ προσελάλουν, τὸν ἀδελφὸν προετρεπόμην, τὸ νήπιον παρετιθέμην· ἐτηκόμην δὲ ὅτι ἐθεώρουν αὐτοὺς δι' ἐμὲ λυπουμένους· οὕτως περίλυπος πλείσταις ἡμέραις οὖσα, ᾔτησα καὶ τὸ βρέφος ἐν τῇ φυλακῇ μετ' ἐμοῦ μένειν· κἀκεῖνο ἀνέλαβεν καὶ ἐγὼ ἐκουφίσθην ἀπὸ ἀνίας καὶ πόνου, καὶ ἰδοὺ ἡ φυλακὴ ἐμοὶ γέγονεν πραιτώριον, ὡς μᾶλλόν με ἐκεῖ θέλειν εἶναι, καὶ οὐκ ἀλλαχοῦ. (144470)
3“Then my brother said to me, ‘My dear sister, you are already in a position of great dignity, and are such that you may ask for a vision, and that it may be made known to you whether this is to result in a passion or an escape.’ And I, who knew that I was privileged to converse with the Lord, whose kindnesses I had found to be so great, boldly promised him, and said, ‘To-morrow I will tell you.’ And I asked, and this was what was shown me. I saw a golden ladder of marvellous height, reaching up even to heaven, and very narrow, so that persons could only ascend it one by one; and on the sides of the ladder was fixed every kind of iron weapon. There were there swords, lances, hooks, daggers; so that if any one went up carelessly, or not looking upwards, he would be torn to pieces and his flesh would cleave to the iron weapons. And under the ladder itself was crouching a dragon of wonderful size, who lay in wait for those who ascended, and frightened them from the ascent. And Saturus went up first, who had subsequently delivered himself up freely on our account, not having been present at the time that we were taken prisoners. And he attained the top of the ladder, and turned towards me, and said to me, ‘Perpetua, I am waiting for you; but be careful that the dragon do not bite you.’ And I said, ‘In the name of the Lord Jesus Christ, he shall not hurt me.’ And from under the ladder itself, as if in fear of me, he slowly lifted up his head; and as I trod upon the first step, I trod upon his head. And I went up, and I saw an immense extent of garden, and in the midst of the garden a white-haired man sitting in the dress of a shepherd, of a large stature, milking sheep; and standing around were many thousand white-robed ones. And he raised his head, and looked upon me, and said to me, ‘Thou art welcome, daughter.’ And he called me, and from the cheese as he was milking he gave me as it were a little cake, and I received it with folded hands; and I ate it, and all who stood around said Amen. And at the sound of their voices I was awakened, still tasting a sweetness which I cannot describe. And I immediately related this to my brother, and we understood that it was to be a passion, and we ceased henceforth to have any hope in this world.
Τότε εἶπέν μοι ὁ ἀδελφός· Κυρία ἀδελφή, ἤδη ἐν μεγάλῳ ἀξιώματι ὑπάρχεις, τοσαύτη οὖσα ὡς εἰ αἰτήσειας ὀπτασίας ὀπτασίαν λάβοις ἂν εἰς τὸ δειχθῆναί σοι εἴπερ ἀναβολὴν ἔχεις ἢ παθεῖν μέλλεις. κἀγὼ ἥτις ᾔδειν με ὁμιλοῦσαν θεῷ, οὗ γε δὴ τοσαύτας εὐεργεσίας εἶχον, πίστεως πλήρης οὖσα, ἐπηγγειλάμην αὐτῷ εἰποῦσα· Αὔριόν σοι ἀπαγγελῶ. ᾐτησάμην δέ, καὶ ἐδείχθη μοι τοῦτο· εἶδον κλίμακα χαλκῆν θαυμαστοῦ μήκους· ἧς τὸ μῆκος ἄχρις οὐρανοῦ· στενὴ δὲ ἦν ὡς μηδένα δι' αὐτῆς δύνασθαι εἰ μὴ μοναχὸν ἕνα ἀναβῆναι· ἐξ ἑκατέρων δὲ τῶν τῆς κλίμακος μερῶν πᾶν εἶδος ἦν ἐμπεπηγμένον ἐκεῖ ξιφῶν, δοράτων, ἀγκίστρων, μαχαιρῶν, ὀβελίσκων· ἵνα πᾶς ὁ ἀναβαίνων ἀμελῶς καὶ μὴ ἀναβλέπων τοῖς ἀκοντίοις τὰς σάρκας σπαραχθείη· ἦν δὲ ὑπ' αὐτῇ τῇ κλίμακι δράκων ὑπερμεγέθης, ὃς δὴ τοὺς ἀναβαίνοντας ἐνήδρευεν, ἐκθαμβῶν ὅπως μὴ τολμῶσιν ἀναβαίνειν. ἀνέβη δὲ ὁ Σάτυρος· ὃς δὴ ὕστερον δι' ἡμᾶς ἑκὼν παρέδωκεν ἑαυτόν· αὐτοῦ γὰρ καὶ οἰκοδομὴ ἦμεν· ἀλλ' ὅτε συνελήφθημεν ἀπῆν. ὡς οὖν πρὸς τὸ ἄκρον τῆς κλίμακος παρεγένετο, ἐστράφη, καὶ εἶπεν· Περπετούα, περιμένω σε· ἀλλὰ βλέπε μή σε ὁ δράκων δάκῃ· καὶ εἶπον· Οὐ μή με βλάψῃ, ἐν ὀνόματι Ἰησοῦ Χριστοῦ. καὶ ὑποκάτω τῆς κλίμακος ὡσεὶ φοβούμενός με ἠρέμα τὴν κεφαλὴν προσήνεγκεν· καὶ ὡς εἰς τὸν πρῶτον βαθμὸν ἠθέλησα ἐπιβῆναι, τὴν κεφαλὴν αὐτοῦ ἐπάτησα. καὶ εἶδον ἐκεῖ κῆπον μέγιστον, καὶ ἐν μέσῳ τοῦ κήπου ἄνθρωπον πολιὸν καθεζόμενον ποιμένος σχῆμα ἔχοντα ὑπερμεγέθη, ὃς ἤλμευγε τὰ πρόβατα· περιειστήκεισαν δὲ αὐτῷ πολλαὶ χιλιάδες λευχειμονούντων· ἐπάρας δὲ τὴν κεφαλὴν ἐθεάσατό με καὶ εἶπεν· Καλῶς ἐλήλυθας, τέκνον. καὶ ἐκάλεσέν με, καὶ ἐκ τοῦ τυροῦ οὗ ἤλμευγεν ἔδωκέν μοι ὡσεὶ ψωμίον· καὶ ἔλαβον ζεύξασα τὰς χεῖράς μου καὶ ἔφαγον· καὶ εἶπαν πάντες οἱ παρεστῶτες· Ἀμήν. καὶ πρὸς τὸν ἦχον τῆς φωνῆς ἐξυπνίσθην ἔτι τί ποτε μασωμένη γλυκύ· καὶ εὐθέως διηγησάμην τῷ ἀδελφῷ καὶ ἐνοήσαμεν ὅτι δέοι παθεῖν· καὶ ἠρξάμην ἔκτοτε μηδεμίαν ἐλπίδα ἐν τῷ αἰῶνι τούτῳ ἔχειν. (161234)