The Passion of the Holy Martyrs Perpetua and Felicitas 5
1Moreover, also, the blessed Saturus related this his vision, which he himself committed to writing:—“We had suffered,” says he, “and we were gone forth from the flesh, and we were beginning to be borne by four angels into the east; and their hands touched us not. And we floated not supine, looking upwards, but as if ascending a gentle slope. And being set free, we at length saw the first boundless light; and I said, ‘Perpetua’ (for she was at my side), ‘this is what the Lord promised to us; we have received the promise.’ And while we are borne by those same four angels, there appears to us a vast space which was like a pleasure-garden, having rose-trees and every kind of flower. And the height of the trees was after the measure of a cypress, and their leaves were falling incessantly. Moreover, there in the pleasure-garden four other angels appeared, brighter than the previous ones, who, when they saw us, gave us honour, and said to the rest of the angels, ‘Here they are! Here they are!’ with admiration. And those four angels who bore us, being greatly afraid, put us down; and we passed over on foot the space of a furlong in a broad path. There we found Jocundus and Saturninus and Artaxius, who having suffered the same persecution were burnt alive; and Quintus, who also himself a martyr had departed in the prison. And we asked of them where the rest were. And the angels said to us, ‘Come first, enter and greet your Lord.’
Ἀλλὰ καὶ ὁ μακάριος Σάτυρος τὴν ἰδίαν ὀπτασίαν αὐτὸς δι' ἑαυτοῦ συγγράψας ἐφανέρωσεν τοιαῦτα εἰρηκώς· Ἤδη, φησίν, ἦμεν ὡς πεπονθότες καὶ ἐκ τῆς σαρκὸς ἐξεληλύθειμεν, καὶ ἠρξάμεθα βαστάζεσθαι ὑπὸ τεσσάρων ἀγγέλων πρὸς ἀνατολάς, καὶ αἱ χεῖρες ἡμῶν οὐχ ἥπτοντο· ἐπορευόμεθα δὲ εἰς τὰ ἀνώτερα, καὶ οὐχ ὕπτιοι ἀλλ' οἷον ὡς δι' ὁμαλῆς ἀναβάσεως ἐφερόμεθα. καὶ δὴ ἐξελθόντες τὸν πρῶτον κόσμον φῶς λαμπρότατον εἴδομεν· καὶ εἶπον πρὸς τὴν Περπετούαν (πλησίον γάρ μου ἦν)· Τοῦτό ἐστιν ὅπερ ὁ κύριος ἡμῶν ἐπηγγείλατο· μετειλήφαμεν τῆς ἐπαγγελίας. αἰωρουμένων δὲ ἡμῶν διὰ τῶν τεσσάρων ἀγγέλων ἐγένετο στάδιον μέγα, ὅπερ ὡσεὶ κῆπος ἦν ἔχων ῥόδου δένδρα καὶ πᾶν γένος τῶν ἀνθέων· τὸ δὲ ὕψος τῶν δένδρων ἦν ὡσεὶ κυπαρίσσου μῆκος, ἀκαταπαύστως δὲ κατεφέρετο τὰ δένδρα τὰ φύλλα αὐτῶν. ἦσαν δὲ μεθ' ἡμῶν ἐν αὐτῷ τῷ κήπῳ οἱ τέσσαρες ἄγγελοι, ἀλλήλων ἐνδοξότεροι, ὑφ' ὧν ἐφερόμεθα· πτοουμένους δὲ ἡμᾶς καὶ θαυμάζοντας *καὶ ἀπέθηκαν, καὶ ἀνέλαβον· καὶ ὁδὸν* λαβόντες διῆλθομεν τὸ στάδιον τοῖς ἡμετέροις ποσίν. ἐκεῖ εὕρομεν Ἰουκοῦνδον καὶ Σάτυρον καὶ Ἀρτάξιον, τοὺς ἐν αὐτῷ τῷ διωγμῷ ζῶντας κρεμασθέντας· εἴδομεν δὲ Κοΐντον τὸν μάρτυρα τὸν ἐν τῇ φυλακῇ ἀποθανόντα· ἐζητοῦμεν δὲ καὶ περὶ τῶν λοιπῶν ποῦ ἄρα εἰσίν· καὶ εἶπον οἱ ἄγγελοι πρὸς ἡμᾶς· Δεῦτε πρῶτον ἔσω ἵνα ἀσπάσησθε τὸν κύριον. (119427)
2“And we came near to place, the walls of which were such as if they were built of light; and before the gate of that place stood four angels, who clothed those who entered with white robes. And being clothed, we entered and saw the boundless light, and heard the united voice of some who said without ceasing, ‘Holy! Holy! Holy!’ And in the midst of that place we saw as it were a hoary man sitting, having snow-white hair, and with a youthful countenance; and his feet we saw not. And on his right hand and on his left were four-and-twenty elders, and behind them a great many others were standing. We entered with great wonder, and stood before the throne; and the four angels raised us up, and we kissed Him, and He passed His hand over our face. And the rest of the elders said to us, ‘Let us stand;’ and we stood and made peace. And the elders said to us, ‘Go and enjoy.’ And I said, ‘Perpetua, you have what you wish.’ And she said to me, ‘Thanks be to God, that joyous as I was in the flesh, I am now more joyous here.’
Καὶ ἦλθομεν πλησίον τοῦ τόπου ἐκείνου τοῦ ἔχοντος τοίχους ὡσανεὶ ἐκ φωτὸς ᾠκοδομημένους, καὶ πρὸ τῆς θύρας τοῦ τόπου ἐκείνου εἰσελθόντες οἱ τέσσαρες ἄγγελοι ἐνέδυσαν ἡμᾶς λευκὰς στολάς· καὶ εἰσήλθομεν καὶ ἠκούσαμεν φωνὴν ἡνωμένην λεγόντων· Ἅγιος, ἅγιος, ἅγιος, ἀκαταπαύστως. καὶ εἴδομεν ἐν μέσῳ τοῦ τόπου ἐκείνου καθεζόμενον ὡς ἄνθρωπον πολιόν· οὗ αἱ τρίχες ὅμοιαι χιόνος καὶ νεαρὸν τὸ πρόσωπον αὐτοῦ· πόδας δὲ αὐτοῦ οὐκ ἐθεασάμεθα. πρεσβύτεροι δὲ τέσσαρες ἐκ δεξιῶν καὶ τέσσαρες ἐξ εὐωνύμων ἦσαν αὐτοῦ· ὀπίσω δὲ τῶν τεσσάρων πολλοὶ πρεσβύτεροι. ὡς δὲ θαυμάζοντες εἰσεληλύθαμεν καὶ ἔστημεν ἐνώπιον τοῦ θρόνου, οἱ τέσσαρες ἄγγελοι ἐπῆραν ἡμᾶς, καὶ ἐφιλήσαμεν αὐτόν, καὶ τῇ χειρὶ περιέλαβεν τὰς ὄψεις ἡμῶν· οἱ δὲ λοιποὶ πρεσβύτεροι εἶπον πρὸς ἡμᾶς· Σταθῶμεν καὶ προσευξώμεθα. καὶ εἰρηνοποιήσαντες ἀπεστάλημεν ὑπὸ τῶν πρεσβυτέρων, λεγόντων· Πορεύεσθε καὶ χαίρεσθε. καὶ εἶπον· Περπετούα, ἔχεις ὃ ἐβούλου. καὶ εἶπεν· Τῷ θεῷ χάρις, ἵνα, ὡς ἐν σαρκὶ μετὰ χαρᾶς ἐγενόμην, πλείονα χαρῶ νῦν. (95638)
See also: Daniel 7:9, Revelation 4:4
3“And we went forth, and saw before the entrance Optatus the bishop at the right hand, and Aspasius the presbyter, a teacher, at the left hand, separate and sad; and they cast themselves at our feet, and said to us, ‘Restore peace between us, because you have gone forth and have left us thus.’ And we said to them, ‘Art not thou our father, and thou our presbyter, that you should cast yourselves at our feet?’ And we prostrated ourselves, and we embraced them; and Perpetua began to speak with them, and we drew them apart in the pleasure-garden under a rose-tree. And while we were speaking with them, the angels said unto them, ‘Let them alone, that they may refresh themselves; and if you have any dissensions between you, forgive one another.’ And they drove them away. And they said to Optatus, ‘Rebuke thy people, because they assemble to you as if returning from the circus, and contending about factious matters.’ And then it seemed to us as if they would shut the doors. And in that place we began to recognise many brethren, and moreover martyrs. We were all nourished with an indescribable odour, which satisfied us. Then, I joyously awoke.”
Ἐξήλθομεν δὲ καὶ εἴδομεν πρὸ τῶν θυρῶν Ὀπτάτον τὸν ἐπίσκοπον καὶ Ἀσπάσιον τὸν πρεσβύτερον πρὸς τὰ ἀριστερὰ μέρη διακεχωρισμένους καὶ περιλύπους. καὶ πεσόντες πρὸς τοὺς πόδας ἡμῶν ἔφασαν ἡμῖν· Διαλλάξατε ἡμᾶς πρὸς ἀλλήλους ὅτι ἐξεληλύθατε καὶ οὕτως ἡμᾶς ἀφήκατε. καὶ εἴπαμεν πρὸς αὐτούς· Οὐχὶ σὺ πάπας ἡμέτερος εἶ, καὶ σὺ πρεσβύτερος; ἵνα τί οὕτως προσεπέσατε τοῖς ἡμετέροις ποσίν; καὶ σπλαγχνισθέντες περιελάβομεν αὐτοὺς καὶ ἤρξατο ἡ Περπετούα Ἑλληνιστὶ μετ' αὐτῶν ὁμιλεῖν, καὶ ἀνεχωρήσαμεν σὺν αὐτοῖς εἰς τὸν κῆπον ὑπὸ τὸ δένδρον τοῦ ῥόδου. καὶ λαλούντων αὐτῶν μεθ' ἡμῶν ἀπεκρίθησαν οἱ ἄγγελοι πρὸς αὐτούς· Ἐάσατε αὐτοὺς ἀναψύξαι, καὶ εἴ τινας διχοστασίας ἔχετε μεθ' ἑαυτῶν, ἄφετε ὑμεῖς ἀλλήλοις. καὶ ἐπέπληξαν αὐτοὺς καὶ εἶπαν Ὀπτάτῳ· Ἐπανόρθωσαι τὸ πλῆθός σου· οὕτω γὰρ συνέρχονται πρός σε, ὡσεὶ ἀπὸ ἱπποδρομιῶν ἐπανερχόμενοι καὶ περὶ αὐτῶν φιλονεικοῦντες. ἐνομίζομεν δὲ αὐτοὺς ὡς θέλειν ἀποκλεῖσαι τὰς πύλας. καὶ ἠρξάμεθα ἐκεῖ πολλοὺς τῶν ἀδελφῶν ἐπιγινώσκειν, ἀλλάγε καὶ τοὺς μάρτυρας· ἐτρεφόμεθα δὲ πάντες ὀσμῇ ἀνεκδιηγήτῳ ἥτις οὐκ ἐχόρταζεν ἡμᾶς· καὶ εὐθέως χαίρων ἐξυπνίσθην. (105286)