The Passion of the Holy Martyrs Perpetua and Felicitas 3
1“After a few days there prevailed a report that we should be heard. And then my father came to me from the city, worn out with anxiety. He came up to me, that he might cast me down, saying, ‘Have pity my daughter, on my grey hairs. Have pity on your father, if I am worthy to be called a father by you. If with these hands I have brought you up to this flower of your age, if I have preferred you to all your brothers, do not deliver me up to the scorn of men. Have regard to your brothers, have regard to your mother and your aunt, have regard to your son, who will not be able to live after you. Lay aside your courage, and do not bring us all to destruction; for none of us will speak in freedom if you should suffer anything.’ These things said my father in his affection, kissing my hands, and throwing himself at my feet; and with tears he called me not Daughter, but Lady. And I grieved over the grey hairs of my father, that he alone of all my family would not rejoice over my passion. And I comforted him, saying, ‘On that scaffold whatever God wills shall happen. For know that we are not placed in our own power, but in that of God.’ And he departed from me in sorrow.
Μετὰ δὲ ἡμέρας ὀλίγας ἔγνωμεν μέλλειν ἡμᾶς ἀκουσθήσεσθαι· παρεγένετο δὲ καὶ ὁ πατὴρ ἐκ τῆς πολλῆς ἀποδημίας μαραινόμενος, καὶ ἀνέβη πρός με προτρεπόμενός με καταβαλεῖν, λέγων· Θύγατερ, ἐλέησον τὰς πολιάς μου· ἐλέησον τὸν πατέρα σου, εἴπερ ἄξιός εἰμι ὀνομασθῆναι πατήρ σου· μνήσθητι ὅτι ταῖς χερσὶν ταύταις πρὸς τὸ τοιοῦτον ἄνθος τῆς ἡλικίας ἀνήγαγόν σε· καὶ προειλόμην σε ὑπὲρ τοὺς ἀδελφούς σου· ὅρα τὴν σὴν μητέρα καὶ τὴν τῆς μητρός σου ἀδελφήν, ἴδε τὸν υἱόν σου ὃς μετὰ σὲ ζῆν οὐ δύναται· ἀπόθου τοὺς θυμοὺς καὶ μὴ ἡμᾶς πάντας ἐξολοθρεύσῃς· οὐδεὶς γὰρ ἡμῶν μετὰ παρρησίας λαλήσει, ἐάν τί σοι συμβῇ. ταῦτα ἔλεγεν ὡς πατὴρ κατὰ τὴν τῶν γονέων εὔνοιαν· καὶ κατεφίλει μου τὰς χεῖρας καὶ ἑαυτὸν ἔρριπτεν ἔμπροσθεν τῶν ποδῶν μου καὶ ἐπιδακρύων οὐκέτι με θυγατέρα ἀλλὰ κυρίαν ἐπεκάλει· ἐγὼ δὲ περὶ τῆς διαθέσεως τοῦ πατρὸς ἤλγουν, ὅτι ἐν ὅλῳ τῷ ἐμῷ γένει μόνος οὐκ ἠγαλλιᾶτο ἐν τῷ ἐμῷ πάθει. παρεμυθησάμην δὲ αὐτὸν εἰποῦσα· Τοῦτο γενήσεται ἐν τῷ βήματι ἐκείνῳ [ὃ] ἐὰν θέλῃ ὁ κύριος· γνῶθι γὰρ ὅτι οὐκ ἐν τῇ ἡμετέρᾳ ἐξουσίᾳ, ἀλλ' ἐν τῇ τοῦ θεοῦ ἐσόμεθα· καὶ ἐχωρίσθη ἀπ' ἐμοῦ ἀδημονῶν. (90839)
2“Another day, while we were at dinner, we were suddenly taken away to be heard, and we arrived at the town-hall. At once the rumour spread through the neighbourhood of the public place, and an immense number of people were gathered together. We mount the platform. The rest were interrogated, and confessed. Then they came to me, and my father immediately appeared with my boy, and withdrew me from the step, and said in a supplicating tone, ‘Have pity on your babe.’ And Hilarianus the procurator, who had just received the power of life and death in the place of the proconsul Minucius Timinianus, who was deceased, said, ‘Spare the grey hairs of your father, spare the infancy of your boy, offer sacrifice for the well-being of the emperors.’ And I replied, ‘I will not do so.’ Hilarianus said, ‘Are you a Christian?’ And I replied, ‘I am a Christian.’ And as my father stood there to cast me down from the faith, he was ordered by Hilarianus to be thrown down, and was beaten with rods. And my father’s misfortune grieved me as if I myself had been beaten, I so grieved for his wretched old age. The procurator then delivers judgment on all of us, and condemns us to the wild beasts, and we went down cheerfully to the dungeon. Then, because my child had been used to receive suck from me, and to stay with me in the prison, I send Pomponius the deacon to my father to ask for the infant, but my father would not give it him. And even as God willed it, the child no long desired the breast, nor did my breast cause me uneasiness, lest I should be tormented by care for my babe and by the pain of my breasts at once.
Καὶ τῇ ἡμέρᾳ ἐν ᾗ ὥριστο ἡρπάγημεν ἵνα ἀκουσθῶμεν· καὶ ὥσπερ ἐγενήθημεν εἰς τὴν ἀγορὰν φήμη εὐθὺς εἰς τὰ ἐγγὺς μέρη διῆλθεν, καὶ συνέδραμεν πλεῖστος ὄχλος· ὡς δὲ ἀνέβημεν εἰς τὸ βῆμα ἐξετασθέντες οἱ λοιποὶ ὡμολόγησαν· ἤμελλον δὲ κἀγὼ ἐξετάζεσθαι· καὶ ἐφάνη ἐκεῖ μετὰ τοῦ τέκνου μου ὁ πατήρ· καὶ καταγαγών με πρὸς ἑαυτόν, εἶπεν· Ἐπίθυσον ἐλεήσασα τὸ βρέφος. καὶ Ἱλαρίανός τις ἐπίτροπος, ὃς τότε τοῦ ἀνθυπάτου ἀποθανόντος Μινουκίου Ὀππιάνου ἐξουσίαν εἰλήφει μαχαίρας, λέγει μοι· Φεῖσαι τῶν πολιῶν τοῦ πατρός σου· φεῖσαι τῆς τοῦ παιδίου νηπιότητος· ἐπίθυσον ὑπὲρ σωτηρίας τῶν αὐτοκρατόρων. κἀγὼ ἀπεκρίθην· Οὐ θύω. καὶ εἶπεν Ἱλαρίανος· Χριστιανὴ εἶ; καὶ εἶπον· Χριστιανή εἰμι. καὶ ὡς ἐσπούδαζεν ὁ πατήρ μου καταβαλεῖν με ἀπὸ τῆς ὁμολογίας, κελεύσαντος Ἱλαριάνου ἐξεβλήθη· προσέτι δὲ καὶ τῇ ῥάβδῳ τῶν δορυφόρων τις ἐτύπτησεν αὐτόν· κἀγὼ σφόδρα ἤλγησα, ἐλεήσασα τὸ γῆρας αὐτοῦ· τότε ἡμᾶς πάντας πρὸς θηρία κατακρίνει. καὶ χαίροντες κατίημεν εἰς φυλακήν. ἐπειδὴ δὲ ὑπ' ἐμοῦ ἐθηλάζετο τὸ παιδίον, καὶ μετ' ἐμοῦ ἐν τῇ φυλακῇ εἰώθει μένειν, πέμπω πρὸς τὸν πατέρα μου Πομπόνιον διάκονον, αἰτοῦσα τὸ βρέφος· ὁ δὲ πατὴρ οὐκ ἔδωκεν· πλὴν ὡς ὁ θεὸς ᾠκονόμησεν οὔτε ὁ παῖς μασθοὺς ἐπεθύμησεν ἔκτοτε, οὔτε ἐμοί τις προσγέγονεν φλεγμονή· ἴσως ἵνα [μὴ] καὶ τῇ τοῦ παιδίου φροντίδι καὶ τῇ τῶν μασθῶν ἀλγηδόνι καταπονηθῶ. (113659)
See also: 1 Peter 4:16
3“After a few days, whilst we were all praying, on a sudden, in the middle of our prayer, there came to me a word, and I named Dinocrates; and I was amazed that that name had never come into my mind until then, and I was grieved as I remembered his misfortune. And I felt myself immediately to be worthy, and to be called on to ask on his behalf. And for him I began earnestly to make supplication, and to cry with groaning to the Lord. Without delay, on that very night, this was shown to me in a vision. I saw Dinocrates going out from a gloomy place, where also there were several others, and he was parched and very thirsty, with a filthy countenance and pallid colour, and the wound on his face which he had when he died. This Dinocrates had been my brother after the flesh, seven years of age who died miserably with disease—his face being so eaten out with cancer, that his death caused repugnance to all men. For him I had made my prayer, and between him and me there was a large interval, so that neither of us could approach to the other. And moreover, in the same place where Dinocrates was, there was a pool full of water, having its brink higher than was the stature of the boy; and Dinocrates raised himself up as if to drink. And I was grieved that, although that pool held water, still, on account of the height to its brink, he could not drink. And I was aroused, and knew that my brother was in suffering. But I trusted that my prayer would bring help to his suffering; and I prayed for him every day until we passed over into the prison of the camp, for we were to fight in the camp-show. Then was the birth-day of Geta Cæsar, and I made my prayer for my brother day and night, groaning and weeping that he might be granted to me.
Καὶ μετ' ὀλίγας ἡμέρας προσευχομένων ἡμῶν ἁπάντων ἐξαίφνης ἐν μέσῳ τῆς προσευχῆς ἀφῆκα φωνὴν καὶ ὠνόμασα Δεινοκράτην. καὶ ἔκθαμβος ἐγενήθην, διότι οὐδέποτε εἰ μὴ τότε ἀνάμνησιν αὐτοῦ πεποιήκειν· ἤλγησα δὲ εἰς μνήμην ἐλθοῦσα τῆς αὐτοῦ τελευτῆς. πλὴν εὐθέως ἔγνων ἐμαυτὴν ἀξίαν οὖσαν αἴτησιν ποιήσασθαι περὶ αὐτοῦ, καὶ ἠρξάμην πρὸς Κύριον μετὰ στεναγμῶν προσεύχεσθαι τὰ πλεῖστα· καὶ εὐθέως αὐτῇ τῇ νυκτὶ ἐδηλώθη μοι τοῦτο. ὁρῶ Δεινοκράτην ἐξερχόμενον ἐκ τόπου σκοτεινοῦ, ὅπου καὶ ἄλλοι πολλοὶ καυματιζόμενοι καὶ διψῶντες ἦσαν, ἐσθῆτα ἔχοντα ῥυπαράν, ὠχρὸν τῇ χρόᾳ· καὶ τὸ τραῦμα ἐν τῇ ὄψει αὐτοῦ τελευτῶν ὅπερ περιὼν ἔτι εἶχεν. οὗτος δὲ ὁ Δεινοκράτης, ὁ ἀδελφός μου κατὰ σάρκα, ἑπταετὴς τεθνήκει ἀσθενήσας καὶ τὴν ὄψιν αὐτοῦ γαγγραίνῃ σαπεὶς ὡς τὸν θάνατον αὐτοῦ στυγητὸν γενέσθαι πᾶσιν ἀνθρώποις. ἐθεώρουν οὖν μέγα διάστημα ἀνὰ μέσον αὐτοῦ καὶ ἐμοῦ, ὡς μὴ δύνασθαι ἡμᾶς ἀλλήλοις προσελθεῖν. ἐν ἐκείνῳ δὲ τῷ τόπῳ ἐν ᾧ ἦν ὁ ἀδελφός μου κολυμβήθρα ἦν ὕδατος πλήρης· ὑψηλοτέραν δὲ εἶχεν τὴν κρηπῖδα ὑπὲρ τὸ τοῦ παιδίου μῆκος· πρὸς ταύτην ὁ Δεινοκράτης διετείνετο πιεῖν προαιρούμενος· ἐγὼ δὲ ἤλγουν διότι καὶ ἡ κολυμβήθρα ἦν πλήρης ὕδατος, καὶ τὸ παιδίον οὐκ ἠδύνατο πιεῖν διὰ τὴν ὑψηλότητα τῆς κρηπῖδος· καὶ ἐξυπνίσθην. καὶ ἔγνων κάμνειν τὸν ἀδελφόν μου· ἐπεποίθειν δὲ δύνασθαί με αὐτῷ βοηθῆσαι ἐν ταῖς ἀνὰ μέσον ἡμέραις, ἐν αἷς κατήχθημεν εἰς τὴν ἄλλην φυλακὴν τὴν τοῦ χιλιάρχου· ἐγγὺς γὰρ ἦν τῆς παρεμβολῆς οὗ ἠμέλλομεν θηριομαχεῖν· γενέθλιον γὰρ ἤμελλεν ἐπιτελεῖσθαι Καίσαρος. εἶτα προσευξαμένη μετὰ στεναγμῶν σφοδρῶς περὶ τοῦ ἀδελφοῦ μου ἡμέρας τε καὶ νυκτὸς δωρηθῆναι μοι αὐτὸν ἠξίωσα. (143283)
4“Then, on the day on which we remained in fetters, this was shown to me. I saw that that place which I had formerly observed to be in gloom was now bright; and Dinocrates, with a clean body well clad, was finding refreshment. And where there had been a wound, I saw a scar; and that pool which I had before seen, I saw now with its margin lowered even to the boy’s navel. And one drew water from the pool incessantly, and upon its brink was a goblet filled with water; and Dinocrates drew near and began to drink from it, and the goblet did not fail. And when he was satisfied, he went away from the water to play joyously, after the manner of children, and I awoke. Then I understood that he was translated from the place of punishment.
Καὶ εὐθὺς ἐν τῇ ἑσπέρᾳ ἐν ᾗ ἐν νέρβῳ ἐμείναμεν, ἐδείχθη μοι τοῦτο. ὁρῶ *τόπῳ* ἐν ᾧ ἑωράκειν τὸν Δεινοκράτην, καθαρῷ σώματι ὄντα, καὶ καλῶς ἠμφιεσμένον καὶ ἀναψύχοντα· καὶ ὅπου τὸ τραῦμα ἦν οὐλὴν ὁρῶ· καὶ ἡ κρηπὶς τῆς κολυμβήθρας κατήχθη ἕως τοῦ ὀμφαλίου αὐτοῦ· ἔρρεεν δὲ ἐξ αὐτῆς ἀδιαλείπτως ὕδωρ· καὶ ἐπάνω τῆς κρηπῖδος ἦν χρυσῆ φιάλη μεστή· καὶ προσελθὼν ὁ Δεινοκράτης ἤρξατο ἐξ αὐτῆς πίνειν· ἡ δὲ φιάλη οὐκ ἐνέλειπεν. καὶ ἐμπλησθεὶς ἤρξατο παίζειν ἀγαλλιώμενος ὡς τὰ νήπια· καὶ ἐξυπνίσθην. καὶ ἐνόησα ὅτι μετετέθη ἐκ τῶν τιμωριῶν. (50629)