The Passion of the Holy Martyrs Perpetua and Felicitas 4
1“Again, after a few days, Pudens, a soldier, an assistant overseer of the prison, who began to regard us in great esteem, perceiving that the great power of God was in us, admitted many brethren to see us, that both we and they might be mutually refreshed. And when the day of the exhibition drew near, my father, worn with suffering, came in to me, and began to tear out his beard, and to throw himself on the earth, and to cast himself down on his face, and to reproach his years, and to utter such words as might move all creation. I grieved for his unhappy old age.
Καὶ μετ' ὀλίγας ἡμέρας Πούδης τις στρατιώτης ὁ τῆς φυλακῆς προιστάμενος μετὰ πολλῆς τῆς σπουδῆς ἤρξατο ἡμᾶς τιμᾶν καὶ δοξάζειν τὸν θεόν, ἐννοῶν δύναμιν μεγάλην εἶναι περὶ ἡμᾶς· διὸ καὶ πολλοὺς εἰσελθεῖν πρὸς ἡμᾶς οὐκ ἐκώλυεν εἰς τὸ ἡμᾶς διὰ τῶν ἐπαλλήλων παραμυθιῶν παρηγορεῖσθαι. ἤγγισεν δὲ ἡ ἡμέρα τῶν φιλοτιμιῶν καὶ εἰσέρχεται πρός με ὁ πατήρ, τῇ ἀκηδίᾳ μαρανθείς, καὶ ἤρξατο τὸν πώγωνα τὸν ἴδιον ἐκτίλλειν ῥίπτειν τε ἐπὶ γῆς· καὶ πρηνὴς κατακείμενος κακολογεῖν τὰ ἑαυτοῦ ἔτη κατηγορῶν καὶ λέγων τοιαῦτα ῥήματα ὡς πᾶσαν δύνασθαι τὴν κτίσιν σαλεῦσαι· ἐγὼ δὲ ἐπένθουν διὰ τὸ ταλαίπωρον γῆρας αὐτοῦ. (49881)
2“The day before that on which we were to fight, I saw in a vision that Pomponius the deacon came hither to the gate of the prison, and knocked vehemently. I went out to him, and opened the gate for him; and he was clothed in a richly ornamented white robe, and he had on manifold calliculæ. And he said to me, ‘Perpetua, we are waiting for you; come!’ And he held his hand to me, and we began to go through rough and winding places. Scarcely at length had we arrived breathless at the amphitheatre, when he led me into the middle of the arena, and said to me, ‘Do not fear, I am here with you, and I am labouring with you;’ and he departed. And I gazed upon an immense assembly in astonishment. And because I knew that I was given to the wild beasts, I marvelled that the wild beasts were not let loose upon me. Then there came forth against me a certain Egyptian, horrible in appearance, with his backers, to fight with me. And there came to me, as my helpers and encouragers, handsome youths; and I was stripped, and became a man. Then my helpers began to rub me with oil, as is the custom for contest; and I beheld that Egyptian on the other hand rolling in the dust. And a certain man came forth, of wondrous height, so that he even over-topped the top of the amphitheatre; and he wore a loose tunic and a purple robe between two bands over the middle of the breast; and he had on calliculæ of varied form, made of gold and silver; and he carried a rod, as if he were a trainer of gladiators, and a green branch upon which were apples of gold. And he called for silence, and said, ‘This Egyptian, if he should overcome this woman, shall kill her with the sword; and if she shall conquer him, she shall receive this branch.’ Then he departed. And we drew near to one another, and began to deal out blows. He sought to lay hold of my feet, while I struck at his face with my heels; and I was lifted up in the air, and began thus to thrust at him as if spurning the earth. But when I saw that there was some delay I joined my hands so as to twine my fingers with one another; and I took hold upon his head, and he fell on his face, and I trod upon his head. And the people began to shout, and my backers to exult. And I drew near to the trainer and took the branch; and he kissed me, and said to me, ‘Daughter, peace be with you:’ and I began to go gloriously to the Sanavivarian gate. Then I awoke, and perceived that I was not to fight with beasts, but against the devil. Still I knew that the victory was awaiting me. This, so far, I have completed several days before the exhibition; but what passed at the exhibition itself let who will write.”
Πρὸ μιᾶς οὖν τοῦ θηριομαχεῖν ἡμᾶς, βλέπω ὅραμα τοιοῦτον. Πομπόνιος ὁ διάκονος, φησίν, ἦλθεν πρὸς τὴν θύραν τῆς φυλακῆς καὶ ἔκρουσεν σφόδρα· ἐξελθοῦσα ἤνοιξα αὐτῷ· καὶ ἦν ἐνδεδυμένος ἐσθῆτα λαμπρὰν καὶ περιεζωσμένος· εἶχεν δὲ ποικίλα ὑποδήματα καὶ λέγει μοι· Σὲ περιμένω, ἐλθέ. καὶ ἐκράτησεν τὰς χεῖράς μου, καὶ ἐπορεύθημεν διὰ τραχέων καὶ σκολιῶν τόπων· καὶ μόλις παρεγενόμεθα εἰς τὸ ἀμφιθέατρον· καὶ εἰσήγαγέν με εἰς τὸ μέσον καὶ λέγει μοι· Μὴ φοβήθῇς· ἐνθάδε εἰμὶ μετὰ σοῦ, συγκάμνων σοι· καὶ ἀπῆλθεν. καὶ ἰδοὺ βλέπω πλεῖστον ὄχλον ἀποβλέποντα τῇ θεωρίᾳ σφόδρα· κἀγὼ ἥτις εἶδον πρὸς θηρία με καταδικασθεῖσαν ἐθαύμαζον ὅτι οὐκ ἔβαλλόν μοι αὐτά. καὶ ἦλθεν πρός με Αἰγύπτιός τις ἄμορφος τῷ σχήματι μετὰ τῶν ὑπουργούντων αὐτῷ μαχησόμενός μοι. καὶ ἔρχεται πρός με νεανίας τις εὐμορφώτατος τῷ κάλλει ἐξαστράπτων, καὶ ἕτεροι μετ' αὐτοῦ νεανίαι ὡραῖοι, ὑπηρέται τε σπουδασταὶ ἐμοί. καὶ ἐξεδύθην καὶ ἐγενήθην ἄρρην· καὶ ἤρξαντο οἱ ἀντιλήμπτορές μου ἐλαίῳ με ἀλείφειν, ὡς ἔθος ἐστὶν ἐν ἀγῶνι· καὶ ἄντικρυς βλέπω τὸν Αἰγύπτιον ἐκεῖνον ἐν τῷ κονιορτῷ κυλιόμενον. ἐξῆλθεν δέ τις ἀνὴρ θαυμαστοῦ μεγέθους, ὑπερέχων τοῦ ἄκρου τοῦ ἀμφιθεάτρου, διεζωσμένος ἐσθῆτα ἥτις εἶχεν οὐ μόνον ἐκ τῶν δύο ὤμων τὴν πορφύραν, ἀλλὰ καὶ ἀνὰ μέσον ἐπὶ τοῦ στήθους· εἶχεν δὲ καὶ ὑποδήματα ποικίλα ἐκ χρυσίου καὶ ἀργυρίου· ἐβάσταζεν δὲ καὶ ῥάβδον ὡς βραβευτὴς ἢ προστάτης μονομάχων· ἔφερεν δὲ καὶ κλάδους χλωροὺς ἔχοντας μῆλα χρυσᾶ· καὶ αἰτήσας σιγὴν γενέσθαι, ἔφη· Οὗτος ὁ Αἰγύπτιος ἐὰν ταύτην νικήσῃ ἀνελεῖ αὐτὴν μαχαίρᾳ· αὕτη δὲ ἐὰν νικήσῃ αὐτὸν λήψεται τὸν κλάδον τοῦτον· καὶ ἀπέστη. προσήλθομεν δὲ ἀλλήλοις καὶ ἠρξάμεθα παγκρατιάζειν· ἐκεῖνος ἐμοῦ τοὺς πόδας κρατεῖν ἠβούλετο· ἐγὼ δὲ λακτίσμασιν τὴν ὄψιν αὐτοῦ ἔτυπτον· καὶ ἰδοὺ *ἐπῆρα ἀπὸ ἀέρος* καὶ ἠρξάμην αὐτὸν οὕτως τύπτειν ὡς μὴ πατοῦσα τὴν γῆν. ἰδοῦσα δὲ ὡς οὐδέπω ἤκιζον αὐτὸν ζεύξασα τὰς χεῖράς μου καὶ δακτύλους δακτύλοις ἐμβαλοῦσα τῆς κεφαλῆς αὐτοῦ ἐπελαβόμην· καὶ ἔρριψα αὐτὸν ἐπ' ὄψει καὶ ἐπάτησα τὴν κεφαλὴν αὐτοῦ. καὶ ἤρξατο πᾶς ὁ ὄχλος βοᾶν· καὶ οἱ σπουδασταί μου ἐγαυρίων. καὶ προσῆλθον τῷ βραβευτῇ καὶ ἔλαβον τὸν κλάδον· καὶ ἠσπάσατό με καὶ εἶπεν· Εἰρήνη μετὰ σοῦ, θύγατερ· καὶ ἠρξάμην εὐθὺς πορεύεσθαι μετὰ δόξης πρὸς πύλην τὴν λεγομένην ζωτικήν. καὶ ἐξυπνίσθην· καὶ ἐνόησα ὅτι οὐ πρὸς θηρία μοι ἀλλὰ πρὸς τὸν διάβολόν ἐστιν ἡ ἐσομένη μάχη· καὶ συνῆκα ὅτι νικήσω αὐτόν. ταῦτα ἕως πρὸ μιᾶς τῶν φιλοτιμιῶν ἔγραψα· τὰ ἐν τῷ ἀμφιθεάτρῳ γενησόμενα ὁ θέλων συγγραψάτω. (214742)