Testament of Reuben 2
1PAY no heed, therefore, my children, to the beauty of women, nor set your mind--on their affairs; but walk in singleness of heart in the fear of the Lord, and expend labour on good works, and on study and on your flocks, until the Lord give you a wife, whom He will, that ye suffer not as I did.
Μὴ οὖν προσέχετε, τέκνα μου, κάλλος γυναικῶν, μηδὲ ἐννοεῖσθε τὰς πράξεις αὐτῶν· ἀλλὰ πορεύεσθε ἐν ἁπλότητι καρδίας, ἐν φόβῳ κυρίου, καὶ μοχθοῦντες ἐν ἔργοις καλοῖς, καὶ ἐν γράμμασι, καὶ ἐν τοῖς ποιμνίοις ὑμῶν, ἕως οὗ ὁ κύριος δῴη ὑμῖν σύζυγον, ἣν αὐτὸς θέλει, ἵνα μὴ πάθητε, ὡς κἀγώ. (25763)
See also: Matthew 5:28
3Even until now my conscience causeth me anguish on account of my impiety.
Καὶ ἕως νῦν ἡ συνείδησίς μου συνέχει με περὶ τῆς ἀσεβείας μου. (6093)
4And yet my father comforted me much, and prayed for me unto the Lord, that the anger of the Lord might pass from me, even as the Lord showed.
Καίγε πολλὰ παρεκάλεσέν με ὁ πατήρ μου, καὶ ηὔξατο περὶ ἐμοῦ πρὸς κύριον, ἵνα παρέλθῃ ἀπ' ἐμοῦ ἡ ὀργὴ κυρίου, καθὼς καὶ ἔδειξέ μοι κύριος. (8690)
5And thenceforth until now I have been on my guard and sinned not.
Ἀπὸ δὲ τότε ἕως νῦν παρεφυλαξάμην, καὶ οὐχ ἥμαρτον. (5286)
6Therefore, my children, I say unto you, observe all things whatsoever I command you, and ye shall not sin.
Διὰ τοῦτο τέκνα μου, λέγω ὑμῖν, φυλάξατε πάντα ὅσα ἐντέλλομαι ὑμῖν, καὶ οὐ μὴ ἁμάρτητε. (7724)
7For a pit unto the soul is the sin of fornication, separating it from God, and bringing it near to idols, because it deceiveth the mind and understanding, and leadeth down young men into Hades before their time.
Βόθρος γάρ ἐστι ψυχῆς ἡ ἁμαρτία τῆς πορνείας, χωρίζουσα ἀπὸ θεοῦ καὶ προσεγγίζουσα τοῖς εἰδώλοις, ὅτι αὕτη ἐστὶν ἡ πλανῶσα τὸν νοῦν καὶ τὴν διάνοιαν, καὶ κατάγει νεανίσκους εἰς ᾅδην, οὐκ ἐν καιρῷ αὐτῶν. (19256)
8For many hath fornication destroyed; because, though a man be old or noble, or rich or poor, he bringeth reproach upon himself with the sons of men and derision with Beliar.
Καὶ γὰρ πολλοὺς ἀπώλεσεν ἡ πορνεία· ὅτι κἂν γέρων ἢ τις, κἂν εὐγενής, κἂν πλούσιος, κἂν πένης, ὀνειδισμὸν ἑαυτῷ φέρει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων καὶ πρόσκομμα τῷ Βελίαρ. (16531)
9For ye heard regarding Joseph how he guarded himself from a woman, and purged his thoughts from all fornication, and found favour in the sight of God and men.
Ἠκούσατε γὰρ περὶ Ἰωσὴφ πῶς ἐφύλαξεν ἑαυτὸν ἀπὸ γυναικός, καὶ τὰς ἐννοίας ἐκαθάρισεν ἀπὸ πάσης πορνείας, καὶ εὗρεν χάριν ἐνώπιον θεοῦ καὶ ἀνθρώπων. (13980)
10For the Egyptian woman did many things unto him, and summoned magicians, and offered him love potions, but the purpose of his soul admitted no evil desire.
Καὶ γὰρ πολλὰ ἐποίησεν αὐτῷ ἡ Αἰγυπτία, καὶ μάγους προσεκάλεσεν καὶ φάρμακα αὐτῷ προσήνεγκε, καὶ οὐκ ἐδέξατο τὸ διαβούλιον τῆς ψυχῆς αὐτοῦ ἐπιθυμίαν πονηράν. (13869)
11Therefore the God of your fathers delivered him from every evil and hidden death.
Διὰ τοῦτο ὁ θεὸς τῶν πατέρων ὑμῶν ἐρρύσατο αὐτὸν ἀπὸ παντὸς πονηροῦ κεκρυμμένου θανάτου. (10893)
12For if fornication overcomes not your mind, neither can Beliar overcome you.
Ἐὰν γὰρ μὴ κατισχύσει ἡ πορνεία τὴν ἔννοιαν ὑμῶν, οὐδὲ ὁ Βελίαρ δύναται κατισχῦσαι ὑμῶν. (8657)
13For evil are women, my children; and since they have no power or strength over man, they use wiles by outward attractions, that they may draw him to themselves.
Πονηραὶ γάρ εἰσιν αἱ γυναῖκες, τέκνα μου, καὶ ἐν τῷ μὴ ἔχειν αὐτὰς ἐξουσίαν ἢ δύναμιν ἐπὶ τὸν ἄνδρα, δολιεύονται ἐν σχήμασιν ὅπως αὐτὸν πρὸς ἑαυτὰς ἐπισπάσονται. (13569)
14And whom they cannot bewitch by outward attractions, him they overcome by craft.
Καὶ ὃν διὰ τοῦ σχήματος οὐκ ἰσχύουσιν καταγοητεύσασθαι, τοῦτον δι' ἀπάτης καταγωνίζονται. (9731)
15For moreover, concerning them, the angel of the Lord told me, and taught me, that women are overcome by the spirit of fornication more than men, and in their heart they plot against men; and by means of their adornment they deceive first their minds, and by the glance of the eye instil the poison, and then through the accomplished act they take them captive.
Ὅτι καίγε περὶ αὐτῶν εἶπέν μοι ὁ ἄγγελος τοῦ Θεοῦ, καὶ ἐδίδαξέ με, ὅτι αἱ γυναῖκες ἥττωνται τῷ πνεύματι τῆς πορνείας ὑπὲρ τὸν ἄνδρα, καὶ ἐν καρδίᾳ μηχανῶνται κατὰ τῶν ἀνθρώπων, καὶ διὰ τῆς κοσμήσεως πλανῶσιν αὐτῶν τὰς διανοίας, καὶ διὰ τοῦ βλέμματος τὸν ἰὸν ἐνσπείρουσιν, καὶ τότε τῷ ἔργῳ αἰχμαλωτίζουσιν. (30893)
16For a woman cannot force a man openly, but by a harlot's bearing she beguiles him.
Οὐ γὰρ δύναται γυνὴ ἄνδρα βιάσαι εἰς πρόσωπον ἀλλ' ἐν σχήμασι πορνικοῖς τοῦτον πανουργεύεται. (8246)
17Flee, therefore, fornication, my children, and command your wives and your daughters, that they adorn not their heads and faces to deceive the mind: because every woman who useth these wiles bath been reserved for eternal punishment.
Λοιπὸν φεύγετε τέκνα μου τὴν πορνείαν, καὶ προστάσσετε ταῖς γυναιξὶν ὑμῶν καὶ ταῖς θυγατράσιν ὑμῶν, ἵνα μὴ κοσμῶσι τὰς κεφαλὰς αὐτῶν καὶ τὰς ὄψεις πρὸς ἀπάτην διανοίας, ὅτι πᾶσα γυνὴ δολιευομένη ἐν τούτοις εἰς κόλασιν αἰώνιον τετήρηται. (22771)
See also: 1 Corinthians 6:18
18For thus they allured the Watchers who were before the flood; for as these continually beheld them, they lusted after them, and they conceived the act in their mind; for they changed themselves into the shape of men, and appeared to them when they were with their husbands.
Οὕτως γὰρ ἔθελξαν τοὺς Ἐγρηγόρους πρὸ τοῦ κατακλυσμοῦ· ἐκεῖνοι γὰρ συνεχῶς ὁρῶντες αὐτὰς ἐγένοντο ἐν ἐπιθυμίᾳ αὐτῶν, καὶ συνέλαβον τῇ διανοίᾳ τὴν πρᾶξιν· μετεσχηματίζοντο γὰρ εἰς ἄνδρα καὶ ἐν τῇ συνουσίᾳ τῶν ἀνδρῶν αὐτῶν συνεφαίνοντο αὐταῖς. (26617)
See also: Genesis 6:2
20Beware, therefore, of fornication; and if you wish to be pure in mind, guard your senses from every woman.
Φυλάξατε οὖν ἀπὸ τῆς πορνείας, καὶ ἔστε καθαρεύοντες τῇ διανοίᾳ· φυλάξατε καὶ τὰς αἰσθήσεις ὑμῶν ἀπὸ γυναικῶν. (10395)
21And command the women likewise not to associate with men, that they also may be pure in mind.
Κἀκείνας δὲ ἐντέλλεσθε μὴ συνδιάζειν ἀνδράσιν, ἵνα καὶ αὐταὶ καθαρεύωσι τῇ διανοίᾳ. (4960)
22For constant meetings, even though the ungodly deed be not wrought, are to them an irremediable disease, and to us a destruction of Beliar and an eternal reproach.
Αἱ γὰρ συνεχεῖς συντυχίαι, κἂν μὴ πραχθῇ τὸ ἀσέβημα, αὐταῖς μέν ἐστι νόσος ἀνίατος, ἡμῖν δὲ εἰς ὄλεθρον Βελίαρ καὶ ὄνειδος αἰώνιον. (10089)
24Therefore, then I say unto you, ye will be jealous against the sons of Levi, and will seek to be exalted over them; but ye shall not be able.
Διὰ τοῦτο οὖν λέγω ὑμῖν ζηλώσετε τοὺς υἱοὺς τοῦ Λευὶ καὶ ζητήσετε ὑψωθῆναι ὑπὲρ αὐτούς, ἀλλ' οὐ ἰσχύσετε. (14682)
25For God will avenge them, and ye shall die by an evil death. For to Levi God gave the sovereignty and to Judah with him and to me also, and to Dan and Joseph, that we should be for rulers.
Ὁ γὰρ Θεὸς ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ὑμεῖς δὲ ἀποθανεῖτε θανάτῳ πονηρῷ. Τῷ γὰρ Λευὶ ἔδωκεν ὁ Θεὸς τὴν ἀρχὴν καὶ τῷ Ἰούδᾳ μετ' αὐτοῦ, ἐμοὶ δὲ καὶ τῷ Δὰν καὶ τῷ Ἰωσήφ, τοῦ εἶναι εἰς ἄρχοντας. (20029)
26Therefore I command you to hearken to Levi, because he shall know the law of the Lord, and shall give ordinances for judgement and shall sacrifice for all Israel until the consummation of the times, as the anointed High Priest, of whom the Lord spake.
Διὰ τοῦτο ἐντέλλομαι ὑμῖν ἀκούειν τοῦ Λευί, ὅτι αὐτὸς γνώσεται νόμον θεοῦ, καὶ διαστελεῖ εἰς κρίσιν καὶ θυσιάσει ὑπὲρ τοῦ Ἰσραὴλ μέχρι τελειώσεως χρόνων ἀρχιερεὺς χριστός, ὃν εἶπεν ὁ Κύριος. (20043)
28And draw ye near to Levi in humbleness, of heart, that ye may receive a blessing from his mouth.
Καὶ πρὸς τὸν Λευὶ ἐγγίσατε ἐν ταπεινώσει καρδίας ὑμῶν, ἵνα δέξησθε εὐλογίαν ἐκ τοῦ στόματος αὐτοῦ. (9083)
30And bow down before his seed, for on our behalf it will die in wars visible and invisible, and will be among you an eternal king.
Καὶ προσκυνήσατε τὸ σπέρμα αὐτοῦ, ὅτι ὑπὲρ ὑμῶν ἀποθανεῖται ἐν πολέμοις ὁρατοῖς καὶ ἀοράτοις. καὶ ἐν ὑμῖν ἔσται βασιλεὺς αἰώνιος. (11409)
31And Reuben died, having given these commands to his sons. And they placed him in a coffin until they carried him up from Egypt, and buried him in Hebron in the cave where his father was.
Καὶ ἀπέθανε Ρουβίμ, ἐντειλάμενος τοῖς υἱοῖς αὐτοῦ ταῦτα. Καὶ ἔθεντο αὐτὸν ἐν σορῷ, ἕως ὅτε ἀνενέγκαντες αὐτὸν ἐξ Αἰγύπτου ἔθαψαν αὐτὸν ἐν Χεβρών, ἐν τῷ σπηλαίῳ ὅπου ὁ πατὴρ αὐτοῦ. (19582)