Epistle of Barnabas 13

1But let us see if this people is the heir, or the former, and if the covenant belongs to us or to them. Hear ye now what the Scripture saith concerning the people. Isaac prayed for Rebecca his wife, because she was barren; and she conceived. Furthermore also, Rebecca went forth to inquire of the Lord; and the Lord said to her, “Two nations are in thy womb, and two peoples in thy belly; and the one people shall surpass the other, and the elder shall serve the younger.” You ought to understand who was Isaac, who Rebecca, and concerning what persons He declared that this people should be greater than that. And in another prophecy Jacob speaks more clearly to his son Joseph, saying, “Behold, the Lord hath not deprived me of thy presence; bring thy sons to me, that I may bless them.” And he brought Manasseh and Ephraim, desiring that Manasseh should be blessed, because he was the elder. With this view Joseph led him to the right hand of his father Jacob. But Jacob saw in spirit the type of the people to arise afterwards. And what says [the Scripture]? And Jacob changed the direction of his hands, and laid his right hand upon the head of Ephraim, the second and younger, and blessed him. And Joseph said to Jacob, “Transfer thy right hand to the head of Manasseh, for he is my first-born son.” And Jacob said, “I know it, my son, I know it; but the elder shall serve the younger: yet he also shall be blessed.” Ye see on whom he laid [his hands], that this people should be first, and heir of the covenant. If then, still further, the same thing was intimated through Abraham, we reach the perfection of our knowledge. What, then, says He to Abraham? “Because thou hast believed, it is imputed to thee for righteousness: behold, I have made thee the father of those nations who believe in the Lord while in [a state of] uncircumcision.”
Ἴδωμεν δὲ εἰ οὗτος ὁ λαὸς κληρονομεῖ ἢ ὁ πρῶτος, καὶ ἡ διαθήκη εἰς ἡμᾶς ἢ εἰς ἐκείνους. 2. ἀκούσατε οὖν περὶ τοῦ λαοῦ τί λέγει ἡ γραφή· Ἐδεῖτο δὲ Ἰσαὰκ περὶ Ῥεβέκκας τῆς γυναικὸς αὐτοῦ, ὅτι στεῖρα ἦν. καὶ συνέλαβεν. εἶτα ἐξῆλθεν Ῥεβέκκα πυθέσθαι παρὰ Κυρίου. καὶ εἶπεν Κύριος πρὸς αὐτήν· Δύο ἔθνη ἐν τῇ γαστρί σου καὶ δύο λαοὶ ἐν τῇ κοιλίᾳ σου, καὶ ὑπερέξει λαὸς λαοῦ, καὶ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. 3. αἰσθάνεσθαι ὀφείλετε τίς ὁ Ἰσαὰκ καὶ τίς ἡ Ῥεβέκκα, καὶ ἐπὶ τίνων δέδειχεν ὅτι μείζων ὁ λαὸς οὗτος ἢ ἐκεῖνος. 4. Καὶ ἐν ἄλλῃ προφητείᾳ λέγει φανερώτερον ὁ Ἰακὼβ πρὸς Ἰωσὴφ τὸν υἱὸν αὐτοῦ, λέγων· Ἰδού, οὐκ ἐστέρησέν με Κύριος τοῦ προσώπου σου· προσάγαγέ μοι τοὺς υἱούς σου, ἵνα εὐλογήσω αὐτούς. 5. καὶ προσήγαγεν Ἐφραὶμ καὶ Μανασσῆ, τὸν Μανασσῆ θέλων ἵνα εὐλογηθῇ, ὅτι πρεσβύτερος ἦν· ὁ γὰρ Ἰωσὴφ προσήγαγεν εἰς τὴν δεξιὰν χεῖρα τοῦ πατρὸς Ἰακώβ. εἶδεν δὲ Ἰακὼβ τύπον τῷ πνεύματι τοῦ λαοῦ τοῦ μεταξύ. καὶ τί λέγει; Καὶ ἐποίησεν Ἰακὼβ ἐναλλὰξ τὰς χεῖρας αὐτοῦ, καὶ ἐπέθηκεν τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Ἐφραίμ τοῦ δευτέρου καὶ νεωτέρου, καὶ εὐλόγησεν αὐτόν. καὶ εἶπεν Ἰωσήφ πρὸς Ἰακώβ· Μετάθες σου τὴν δεξιὰν ἐπὶ τὴν κεφαλὴν Μανασσῆ, ὅτι πρωτότοκός μου υἱός ἐστιν. καὶ εἶπεν Ἰακὼβ πρὸς Ἰωσήφ· Οἶδα, τέκνον, οἶδα· ἀλλ᾽ ὁ μείζων δουλεύσει τῷ ἐλάσσονι. καὶ οὗτος δὲ εὐλογηθήσεται. 6. Βλέπετε ἐπὶ τίνων τέθεικεν, τὸν λαὸν τοῦτον εἶναι πρῶτον καὶ τῆς διαθήκης κληρονόμον. 7. εἰ οὖν ἔτι καὶ διὰ τοῦ Ἀβραὰμ ἐμνήσθη, ἀπέχομεν τὸ τέλειον τῆς γνώσεως ἡμῶν. τί οὖν λέγει τῷ Ἀβραάμ, ὅτε μόνος πιστεύσας ἐτέθη εἰς δικαιοσύνην; Ἰδοὺ τέθεικά σε, Ἀβραάμ, πατέρα ἐθνῶν τῶν πιστευόντων δι᾽ ἀκροβυστίας τῷ Θεῷ. (138594)