Testament of Levi 3
2And I kept these words in my heart. And after this I counselled my father, and Reuben my brother, to bid the sons of Hamor not to be circumcised; for I was zealous because of the abomination which they had wrought on my sister.
Καὶ συνετήρουν τοὺς λόγους τούτους ἐν τῇ καρδίᾳ μου. Μετὰ δὲ τοῦτο συνεβούλευσα τῷ πατρί μου καὶ τῷ Ῥουβὴμ ἵνα εἴπῃ τοῖς υἱοῖς Ἐμμὼρ τοῦ μὴ περιτμηθῆναι αὐτούς, ὅτι ἐζήλωσα διὰ τὸ βδέλυγμα, ὃ ἐποίησαν ἐπὶ τῇ ἀδελφῇ μου. (22701)
4And my father heard these things and was wroth, and he was grieved in that they had received the circumcision, and after that had been put to death, and in his blessings he looked amiss upon us.
Καὶ ἤκουσεν ὁ πατήρ μου ταῦτα καὶ ὀργισθεὶς ἐλυπήθη ὅτι κατεδέξαντο τὴν περιτομὴν καὶ ἀπέθανον, καὶ ἐν ταῖς εὐλογίαις παρεῖδεν ἡμῖν. (8236)
5For we sinned because we had done this thing against his will, and he was sick on that day.
Διότι ἡμάρτομεν ἐπειδὴ παρὰ γνώμην αὐτοῦ τοῦτο πεποιήκαμεν, καίγε ἐμαλακίσθη ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. (5911)
6But I saw that the sentence of God was for evil upon Shechem; for they sought to do to Sarah and Rebecca as they had done to Dinah our sister, but the Lord prevented them.
Ἀλλ᾽ ἐγὼ εἶδον ὅτι ἀπόφασις θεοῦ ἦν εἰς κακά διότι ἤθελον καὶ τὴν Σαρρὰ καὶ τὴν Ῥεβέκκα ποιῆσαι ὃν τρόπον ἐποίησαν τὴν Δείναν τὴν ἀδελφὴν ἡμῶν. Καὶ ὁ Κύριος ἐκώλυσεν αὐτούς. (12855)
7And they persecuted Abraham our father when he was a stranger, and they vexed his flocks when they were big with young; and Eblaen, who was born in his house, they most shamefully handled.
Καὶ ἐδίωξαν Ἀβραὰμ τὸν πατέρα ἡμῶν ξένον ὄντα καὶ κατεπόνησαν τὰ ποίμνια ὀγκούμενα ὄντα, καὶ Ἐβλαὴν τὸν οἰκογενῆ αὐτοῦ σφόδρα ἠκίσαντο. (9513)
8And thus they did to all strangers, taking away their wives by force, and they banished them.
Καίγε οὕτως ἐποίουν πᾶσι τοῖς ξένοις, ἐν δυναστείᾳ ἁρπάζοντες τὰς ξένας καὶ ἐξενηλάτουν αὐτάς. (8329)
9But the wrath of the Lord came upon them to the uttermost.
Ἔφθασε δὲ αὐτοὺς ἡ ὀργὴ τοῦ θεοῦ εἰς τέλος. (4363)
10And I said to my father Jacob: By thee will the Lord despoil the Canaanites, and will give their land to thee and to thy seed after thee.
Καὶ εἶπον ἐγὼ τῷ πατρί μου, Ἰακώβ, ὅτι ἐν σοὶ ἐξουδενώσει Κύριος τοὺς Χαναναίους καὶ δώσει τὴν γῆν αὐτῶν σοι καὶ τῷ σπέρματί σου μετὰ σέ. (15853)
11For from this day forward shall Shechem be called a city of imbeciles; for as a man mocketh a fool, so did we mock them.
Ἔσται γὰρ ἀπὸ τῆς σήμερον ἡ Σύκημα λεγομένη πόλις ἀσυνέτων. ὅτι ὡσεί τις χλευάσει μωρὸν οὕτως ἐχλευάσαμεν αὐτούς, (13530)
13And there again I saw a vision as the former, after we had spent there seventy days.
Κἀκεῖ πάλιν εἶδον ὅραμα ὡς τὸ πρότερον μετὰ τὸ ποιῆσαι ἡμᾶς ἐκεῖ ἡμέρας ἑβδομήκοντα. (5031)
14And I saw seven men in white raiment saying unto me: Arise, put on the robe of the priesthood, and the crown of righteousness, and the breastplate of understanding, and the garment of truth, and the late of faith, and the turban of the head, and the ephod of prophecy.
Καὶ εἶδον ἑπτὰ ἄνδρας ἐν ἐσθῆτι λευκῇ λέγοντάς μοι· Ἀναστὰς ἔνδυσαι τὴν στολὴν τῆς ἱερατείας, καὶ τὸν στέφανον τῆς δικαιοσύνης, καὶ τὸ λόγιον τῆς συνέσεως καὶ τὸν ποδήρη τῆς ἀληθείας καὶ τὸ πέταλον τῆς πίστεως καὶ τὴν μίτραν τῆς κεφαλῆς καὶ τὸ ἐφοὺδ τῆς προφητείας. (22287)
See also: Leviticus 8:7
15And they severally carried these things and put them on me, and said unto me: From henceforth become a priest of the Lord, thou and thy seed for ever.
Καὶ εἷς ἕκαστος αὐτῶν βαστάζοντες ἦσαν καὶ ἐπέθηκάν μοι καὶ εἰπόν μοι· Ἀπὸ τοῦ νῦν γενοῦ εἰς ἱερέα, σὺ καὶ πᾶν τὸ σπέρμα σου. (9196)
16And the first anointed me with holy oil, and gave to me the staff of judgement.
Καὶ ὁ πρῶτος ἤλειψέ με ἐλαίῳ ἁγίῳ, καὶ ἔδωκέ μοι ῥάβδον. (5326)
18The third clothed me with a linen vestment like an ephod.
Ὁ δὲ τρίτος βυσσίνην μοι περιέθηκεν, ὁμοίαν ἐφούδ. (3611)
19The fourth put round me a girdle like unto purple.
Ὁ δὲ τέταρτος ζώνην μοι περιέβαλεν, ὁμοίαν πορφύρας. (4370)
21The sixth placed a crown on my head.
Ὁ ἕκτος στέφανόν μοι τῇ κεφαλῇ περιέθηκεν. (3125)
24And the first portion shall be great; yea, greater than it shall none be.
Καὶ ὁ πρῶτος κλῆρος ἔσται μέγας· καὶ ὑπὲρ αὐτὸν οὐ γενήσεται ἕτερος. (6013)
25The second shall be in the priesthood.
Ὁ δὲ δεύτερος ἔσται ἐν ἱερωσύνῃ. (3307)
26And the third shall be called by a new name, because a king shall arise in Judah, and shall establish a new priesthood, after the fashion of the Gentiles.
Ὁ δὲ τρίτος ἐπικληθήσεται αὐτῷ ὄνομα καινόν, ὅτι βασιλεὺς ἐκ τοῦ Ἰούδα ἀναστήσεται καὶ ποιήσει ἱερατείαν νέαν, κατὰ τὸν τύπον τῶν ἐθνῶν εἰς πάντα τὰ ἔθνη. (12990)
27And His presence is beloved, as a prophet of the Most High, of the seed of Abraham our father.
Ἡ δὲ παρουσία αὐτοῦ ἀγαπητή ἐστιν ὡς προφήτης ὑψίστου, ἐκ σπέρματος Ἀβραὰμ τοῦ πατρὸς ἡμῶν. (10947)
28Therefore, every desirable thing in Israel shall be for thee and for thy seed, and ye shall eat everything fair to look upon, and the table of the Lord shall thy seed apportion.
Πᾶν οὖν ἐπιθυμητὸν ἐν Ἰσραὴλ σοὶ ἔσται καὶ τῷ σπέρματί σου· καὶ ἔδεσθε πᾶν ὡραῖον ἐν ὁράσει, καὶ τὴν τράπεζαν Κυρίου διανεμεῖται τὸ σπέρμα σου. (11057)
29And some of them shall be high priests, and judges, and scribes; for by their mouth shall the holy place be guarded.
Καὶ ἐξ αὐτῶν ἔσονται ἱερεῖς καὶ κριταὶ καὶ γραμματεῖς· καὶ ἐπὶ στόματος αὐτῶν ληφθήσεται τὸ ἅγιον. (8249)
30And when I awoke, I understood that this dream was like the first dream. And I hid this also in my heart, and told it not to any man upon the earth.
Ἐξυπνισθεὶς οὖν συνῆκα, ὅτι τοῦτο ὅμοιόν ἐστι τοῦ πρώτου ὀνείρου. Καὶ ἔκρυψα καίγε τοῦτο ἐν τῇ καρδίᾳ μου, καὶ οὐκ ἀνήγγειλα αὐτό τινι ἀνθρώπῳ ἐπὶ τῆς γῆς. (15670)
31And after two days I and Judah went up with our father Jacob to Isaac our father's father.
Καὶ μεθ᾽ ἡμέρας δύο ἀνέβην ἐγὼ καὶ Ἰούδας μετὰ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ πρὸς Ἰσαάκ τὸν προπάτορα ἡμῶν. (8953)
32And my father's father blessed me according to all the words of the visions which I had seen. And he would not come with us to Bethel.
Καὶ εὐλόγησέν με ὁ πατὴρ τοῦ πατρός μου κατὰ τῶν δραμάτων ὧν εἶδον· καὶ οὐκ ἠθέλησε πορευθῆναι μεθ᾽ ἡμῶν εἰς Βεθήλ. (9934)
33And when we came to Bethel, my father saw a vision concerning me, that I should be their priest unto God.
Ὡς δὲ ἤλθομεν εἰς Βεθήλ, εἶδεν ὁ πατήρ μου Ἰακὼβ ὅραμα περὶ ἐμοῦ, ὅτι ἔσομαι αὐτοῖς εἰς ἱερέα. (6411)
35And Isaac called me continually to put me in remembrance of the law of the Lord, even as the angel of the Lord showed unto me.
Καὶ ὁ Ἰσαὰκ ἐκάλει με συνεχῶς τοῦ ὑπομνῆσαι με νόμον Κυρίου, καθὼς ἔδειξέ μοι ὁ ἄγγελος. (7279)
36And he taught me the law of the priesthood of sacrifices, whole burnt-offerings, first-fruits, freewill-offerings, peace-offerings.
Καὶ ἐδίδασκέ με νόμον ἱερωσύνης, θυσιῶν, ὁλοκαυτωμάτων, ἀπαρχῶν ἑκουσίου, σωτηρίου. (11424)
37And each day he was instructing me, and was busied on my behalf before the Lord, and said to me: Beware of the spirit of fornication; for this shall continue and shall by thy seed pollute the holy place.
Καὶ ἦν καθ᾽ ἑκάστην ἡμέραν συνετίζων με, καὶ ἀσχολούμενος εἰς ἐμὲ ἔλεγέ μοι. Πρόσεχε σεαυτῷ ἀπὸ τοῦ πνεύματος τῆς πορνείας. τοῦτο γὰρ ἐνδελεχῇ ἐστιν καὶ μέλλει μιαίνειν διὰ τοῦ σπέρματός σου τὰ ἅγια. (16441)
39And before entering into the holy place, bathe; and when thou offerest the sacrifice, wash; and again, when thou finishest the sacrifice, wash.
Καὶ πρὸ τοῦ εἰσελθεῖν σε εἰς τὰ ἅγια, λούου· καὶ ἐν τῷ θύειν σε, νίπτου· καὶ ἀπαρτίζων πάλιν τὴν θυσίαν, νίπτου. (9345)
40Of twelve trees having leaves offer to the Lord, as Abraham taught me also.
Δώδεκα οὖν δένδρων ἐχόντων φύλλα ἀνάγαγε τῷ Κυρίῳ ὡς κἀμὲ Ἀβραὰμ ἐδίδαξε. (8997)
42And of all thy first-fruits and of wine offer the first, as a sacrifice to the Lord God; and every sacrifice thou shalt salt with salt.
Καὶ παντὸς πρωτογεννήματός σου καὶ οἴνου πρόσφερε ἀπαρχὰς εἰς θυσίαν Κυρίῳ τῷ θεῷ. Καὶ πᾶσαν θυσίαν ἅλατι ἁλιεῖς. (11913)
43Now, therefore, observe whatsoever I command you, children; for whatsoever things I have heard from my fathers I have declared unto you.
Καὶ ταῦν φυλάξατε ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν, τέκνα, ἐπειδὴ ὅσα ἐγὼ ἤκουσα παρὰ τῶν πατέρων μου ἀνήγγειλα ὑμῖν. (10254)
44And behold I am clear from your ungodliness and transgression, which ye shall commit in the end of the ages against the Saviour of the world, Christ, acting godlessly, deceiving Israel, and stirring up against it great evils from the Lord.
Καὶ ἰδοὺ ἀθῶός εἰμι τῆς ἀσεβείας ὑμῶν καὶ παραβάσεως ἣν ποιήσετε ἐπὶ τῇ συντελείᾳ τῶν αἰώνων εἰς τὸν σωτῆρα τοῦ κόσμου χριστόν πλανῶντες τὸν Ἰσραήλ, καὶ ἐπεγείροντες ἐπ᾽ αὐτὸν κακὰ μεγάλα παρὰ Κυρίου. (20607)
45And ye shall deal lawlessly together with Israel, so He shall not bear with Jerusalem because of your wickedness; but the veil of the temple shall be rent, so as not to cover your shame.
Καὶ ἀνομήσετε ἐν τῷ Ἰσραήλ, ὥστε μὴ βαστάζειν τὴν Ἱερουσαλὴμ ἀπὸ προσώπου τῆς πονηρίας ὑμῶν, ἀλλὰ σχισθήσεται τὸ καταπέτασμα τοῦ ναοῦ, ὥστε μὴ καλύψαι τὴν ἀσχημοσύνην ὑμῶν. (19638)
46And ye shall be scattered as captives among the Gentiles, and shall be for a reproach and for a curse there.
Καὶ διασπαρήσεσθε αἰχμάλωτοι ἐν τοῖς ἔθνεσιν, καὶ ἔσεσθε εἰς ὄνειδος καὶ εἰς κατάραν ἐκεῖ. (5518)
48Therefore when I took a wife I was twenty-eight years old, and her name was Melcha.
Ὅτε οὖν ἔλαβον γυναῖκα, ἐγὼ εἴκοσι καὶ ὀκτὼ ἐτῶν ὑπῆρχον, ἣν δὲ αὐτῇ ὄνομα Μελχά. (8028)
49And she conceived and bare a son, and I called his name Gersam, for we were sojourners in our land.
Καὶ συλλαβοῦσα ἔτεκεν υἱόν, καὶ ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Γηρσάμ, ὅτι ἐν γῇ παροικίας ἦμεν. (5738)
50And I saw concerning him, that he would not be in the first rank.
Καὶ εἶδον περὶ αὐτόν, ὅτι οὐκ ἔστιν ἐν τῇ πρώτῃ τάξει. (4648)
52And I saw in a vision that he was standing on high in the midst of all the congregation.
Καὶ εἶδον ἐν ὁράματι· ἐν ὑψηλοῖς ἵστατο μεσῶν τῆς συναγωγῆς. (6369)
53Therefore I called his name Kohath which is, beginning of majesty and instruction.
Διὰ τοῦτο ἐκάλεσα τὸ ὄνομα αὐτοῦ Καάθ, ὅ ἐστιν ἀρχὴ μεγαλείου καὶ συμβιβασμός. (6324)
54And she bare me a third son, in the fortieth year of my life; and since his mother bare him with difficulty, I called him Merari, that is, 'my bitterness,' because he also was like to die.
Καὶ τρίτον υἱὸν ἐτεκέν μοι τὸν Μεραρεὶ τῷ τεσσαρακοστῷ ἔτει τῆς ζωῆς μου, καὶ ἐπειδὴ ἐδυστόκησεν ἡ μήτηρ αὐτοῦ ἐκάλεσα αὐτὸν Μεραρεὶ ὃ ἐστι πικριασμός. (13927)
56And Gersam took a wife, and she bare to him Lomni and Semei. And the sons of Kohath, Ambram, Issachar, Hebron, and Ozeel. And the sons of Merari, Mooli, and Mouses.
Καὶ ἔλαβεν ὁ Γερσὰμ γυναῖκα καὶ ἔτεκεν ἐξ αὐτῆς τὸν Λομνὴ καὶ Σεμεεῖ. Οἱ δὲ υἱοὶ Καὰθ Ἀβραάμ, Ἰσαχάρ, Χεβρὼν καὶ Ὀζιήλ. Καὶ οἱ υἱοὶ Μεραρεὶ Μοολὶ καὶ Μωυσής. (9473)
57And in the ninety-fourth year Ambram took Jochebed my daughter to him to wife, for they were born in one day, he and my daughter.
Καὶ ἐν τῷ ἐνενηκοστῷ τετάρτῳ μου ἔτει ἔλαβεν ὁ Ἀβραὰμ τὴν Ἰωχαβὲδ τὴν θυγατέρα μου ἑαυτῷ εἰς γυναῖκα ὅτι ἐν μιᾷ ἡμέρᾳ ἐγεννήθησαν αὐτὸς καὶ ἡ θυγάτηρ μου. (14681)
58Eight years old was I when I went into the land of Canaan, and eighteen years when I slew Shechem, and at nineteen years I became priest, and at twenty-eight years I took a wife, and at forty-eight I went into Egypt.
Ὀκτὼ ἐτῶν ἥμην ὅτε εἰσῆλθον εἰς γῆν Χαναάν· καὶ δέκα καὶ ὀκτὼ ἐτῶν ὅτε ἀπέκτεινα τὸν Συχέμ· καὶ δέκα καὶ ἐννέα ἐτῶν ἱεράτευσα καὶ εἴκοσι καὶ ὀκτὼ ἐτῶν ἔλαβον γυναῖκα· καὶ τεσσαράκοντα (καὶ ὀκτὼ) ἐτῶν εἰσῆλθον εἰς Αἴγυπτον. (20047)
59And behold, my children, ye are a third generation. In my hundred and eighteenth year Joseph died.
Καὶ ἰδοὺ ἐστε, τέκνα μου, τρίτη γενεά. Ἰωσὴφ ἑκατοστῷ ὀγδόῳ καὶ δεκάτῳ μου ἔτει ἀπέθανεν. (9046)