1 Clement 26
1Do we then deem it any great and wonderful thing for the Maker of all things to raise up again those that have piously served Him in the assurance of a good faith, when even by a bird He shows us the mightiness of His power to fulfil His promise? For [the Scripture] saith in a certain place, “Thou shalt raise me up, and I shall confess unto Thee;” and again, “I laid me down, and slept; I awaked, because Thou art with me;” and again, Job says, “Thou shalt raise up this flesh of mine, which has suffered all these things.”
Μέγα καὶ θαυμαστὸν οὖν νομίζομεν εἶναι, εἰ ὁ δημιουργὸς τῶν ἁπάντων ἀνάστασιν ποιήσεται τῶν ὁσίως αὐτῷ δουλευσάντων ἐν πεποιθήσει πίστεως ἀγαθῆς, ὅπου καὶ δι᾽ ὀρνέου δείκνυσιν ἡμῖν τὸ μεγαλεῖον τῆς ἐπαγγελίας αὐτοῦ; 2. λέγει γάρ που· Καὶ ἐξαναστήσεις με καὶ ἐξομολογήσομαί σοι· καί· Ἐκοιμήθην καὶ ὕπνωσα, ἐξηγέρθην, ὅτι σὺ μετ᾽ ἐμοῦ εἶ. 3. καὶ πάλιν Ἰὼβ λέγει· Καὶ ἀναστήσεις τὴν σάρκα μου ταύτην τὴν ἀναντλήσασαν ταῦτα πάντα. (34149)