1Ye therefore, who laid the foundation of this sedition, submit yourselves to the presbyters, and receive correction so as to repent, bending the knees of your hearts. Learn to be subject, laying aside the proud and arrogant self-confidence of your tongue. For it is better for you that ye should occupy a humble but honourable place in the flock of Christ, than that, being highly exalted, ye should be cast out from the hope of His people. For thus speaketh all-virtuous Wisdom: “Behold, I will bring forth to you the words of my Spirit, and I will teach you my speech. Since I called, and ye did not hear; I held forth my words, and ye regarded not, but set at naught my counsels, and yielded not at my reproofs; therefore I too will laugh at your destruction; yea, I will rejoice when ruin cometh upon you, and when sudden confusion overtakes you, when overturning presents itself like a tempest, or when tribulation and oppression fall upon you. For it shall come to pass, that when ye call upon me, I will not hear you; the wicked shall seek me, and they shall not find me. For they hated wisdom, and did not choose the fear of the Lord; nor would they listen to my counsels, but despised my reproofs. Wherefore they shall eat the fruits of their own way, and they shall be filled with their own ungodliness.”...
Ὑμεῖς οὖν, οἱ τὴν καταβολὴν τῆς στάσεως ποιήσαντες, ὑποτάγητε τοῖς πρεσβυτέροις καὶ παιδεύθητε εἰς μετάνοιαν, κάμψαντες τὰ γόνατα τῆς καρδίας ὑμῶν· 2. μάθετε ὑποτάσσεσθαι, ἀποθέμενοι τὴν ἀλαζόνα καὶ ὑπερήφανον τῆς γλώσσης ὑμῶν αὐθάδειαν· ἄμεινον γάρ ἐστιν ὑμῖν ἐν τῷ ποιμνίῳ τοῦ Χριστοῦ μικροὺς καὶ ἐλλογίμους εὑρεθῆναι, ἢ καθ᾽ ὑπεροχὴν δοκοῦντας ἐκριφῆναι ἐκ τῆς ἐλπίδος αὐτοῦ. 3. οὕτως γὰρ λέγει ἡ πανάρετος σοφία· Ἰδοὺ προήσομαι ὑμῖν ἐμῆς πνοῆς ῥῆσιν, διδάξω δὲ ὑμᾶς τὸν ἐμὸν λόγον· 4. ἐπειδὴ ἐκάλουν καὶ οὐχ ὑπηκούσατε, ἐξέτεινον λόγους καὶ οὐ προσείχετε, ἀλλὰ ἀκύρους ἐποιεῖτε τὰς ἐμὰς βουλὰς τοῖς δὲ ἐμοῖς ἐλέγχοις ἠπειθήσατε· τοιγαροῦν κἀγὼ τῇ ὑμετέρᾳ ἀπωλείᾳ ἐπιγελάσομαι, καταχαροῦμαι δὲ ἡνίκα ἂν ἔρχηται ὑμῖν ὄλεθρος καὶ ὡς ἂν ἀφίκηται ὑμῖν ἄφνω θόρυβος, ἡ δὲ καταστροφὴ ὁμοία καταιγίδι παρῇ, ἢ ὅταν ἔρχηται ὑμῖν θλῖψις καὶ πολιορκία. 5. ἔσται γάρ, ὅταν ἐπικαλέσησθέ με, ἐγὼ δὲ οὐκ εἰσακούσομαι ὑμῶν· ζητήσουσίν με κακοὶ καὶ οὐχ εὑρήσουσιν· ἐμίσησαν γὰρ σοφίαν, τὸν δὲ φόβον τοῦ Κυρίου οὐ προείλαντο, οὐδὲ ἤθελον ἐμαῖς προσέχειν βουλαῖς, ἐμυκτήριζον δὲ ἐμοὺς ἐλέγχους. 6. τοιγαροῦν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρπούς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται. 7. ἀνθ᾽ ὧν γὰρ ἠδίκουν νηπίους, φονευθήσονται, καὶ ἐξετασμὸς ἀσεβεῖς ὀλεῖ· ὁ δὲ ἐμοῦ ἀκούων κατασκηνώσει ἐπ᾽ ἐλπίδι πεποιθώς, καὶ ἡσυχάσει ἀφόβως ἀπὸ παντὸς κακοῦ. (119330)