1 Clement 50
1Ye see, beloved, how great and wonderful a thing is love, and that there is no declaring its perfection. Who is fit to be found in it, except such as God has vouchsafed to render so? Let us pray, therefore, and implore of His mercy, that we may live blameless in love, free from all human partialities for one above another. All the generations from Adam even unto this day have passed away; but those who, through the grace of God, have been made perfect in love, now possess a place among the godly, and shall be made manifest at the revelation of the kingdom of Christ. For it is written, “Enter into thy secret chambers for a little time, until my wrath and fury pass away; and I will remember a propitious day, and will raise you up out of your graves.” Blessed are we, beloved, if we keep the commandments of God in the harmony of love; that so through love our sins may be forgiven us. For it is written, “Blessed are they whose transgressions are forgiven, and whose sins are covered. Blessed is the man whose sin the Lord will not impute to him, and in whose mouth there is no guile.” This blessedness cometh upon those who have been chosen by God through Jesus Christ our Lord; to whom be glory for ever and ever. Amen.
Ὁρᾶτε, ἀγαπητοί, πῶς μέγα καὶ θαυμαστόν ἐστιν ἡ ἀγάπη, καὶ τῆς τελειότητος αὐτῆς οὐκ ἔστιν ἐξήγησις· 2. τίς ἱκανὸς ἐν αὐτῇ εὑρεθῆναι, εἰ μὴ οὓς ἂν καταξιώσῃ ὁ Θεός; δεώμεθα οὖν καὶ αἰτώμεθα ἀπὸ τοῦ ἐλέους αὐτοῦ, ἵνα ἐν ἀγάπῃ εὑρεθῶμεν δίχα προσκλίσεως ἀνθρωπίνης ἄμωμοι. 3. Αἱ γενεαὶ πᾶσαι ἀπὸ Ἀδὰμ ἕως τῆσδε [τῆς] ἡμέρας παρῆλθον, ἀλλ᾽ οἱ ἐν ἀγάπῃ τελειωθέντες κατὰ τὴν τοῦ Θεοῦ χάριν ἔχουσιν χῶρον εὐσεβῶν· οἳ φανερωθήσονται ἐν τῇ ἐπισκοπῇ τῆς βασιλείας τοῦ Θεοῦ. 4. γέγραπται γάρ· Εἰσέλθετε εἰς τὰ ταμεῖα μικρὸν ὅσον ὅσον, ἕως οὗ παρέλθῃ ἡ ὀργὴ καὶ ὁ θυμός μου, καὶ μνησθήσομαι ἡμέρας ἀγαθῆς καὶ ἀναστήσω ὑμᾶς ἐκ τῶν θηκῶν ὑμῶν. 5. Μακάριοι ἦμεν, ἀγαπητοί, εἰ τὰ προστάγματα τοῦ Θεοῦ ἐποιοῦμεν ἐν ὁμονοίᾳ ἀγάπης, εἰς τὸ ἀφεθῆναι ἡμῖν δι᾽ ἀγάπης τὰς ἁμαρτίας. 6. γέγραπται γάρ· Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι· μακάριος ἀνὴρ οὗ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. 7. Οὗτος ὁ μακαρισμὸς ἐγένετο ἐπὶ τοὺς ἐκλελεγμένους ὑπὸ τοῦ Θεοῦ διὰ Ἰησοῦ Χριστοῦ τοῦ Κυρίου ἡμῶν, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. (93650)