1If, however, any shall disobey the words spoken by Him through us, let them know that they will involve themselves in transgression and serious danger; but we shall be innocent of this sin, and, instant in prayer and supplication, shall desire that the Creator of all preserve unbroken the computed number of His elect in the whole world through His beloved Son Jesus Christ, through whom He called us from darkness to light, from ignorance to knowledge of the glory of His name, our hope resting on Your name which is primal cause of every creature — having opened the eyes of our heart to the knowledge of You, who alone rests highest among the highest, holy among the holy, who layest low the insolence of the haughty, who destroyest the calculations of the heathen, who settest the low on high and bringest low the exalted; who makest rich and makest poor, who killest and makest to live, only Benefactor of spirits and God of all flesh, who beholdest the depths, the eye-witness of human works, the help of those in danger, the Saviour of those in despair, the Creator and Guardian of every spirit, who multipliest nations upon earth, and from all made choice of those who love You through Jesus Christ, Your beloved Son, through whom You instructed, sanctify, honour us. We would have You, Lord, to prove our help and succour. Those of us in affliction save, on the lowly take pity; the fallen raise; upon those in need arise; the sick heal; the wandering ones of Your people turn; fill the hungry; redeem those of us in bonds; raise up those that are weak; comfort the faint-hearted; let all the nations know that You are God alone and Jesus Christ Your Son, and we are Your people and the sheep of Your pasture.
Ἐὰν δέ τινες ἀπειθήσωσιν τοῖς ὑπ᾽ αὐτοῦ δι᾽ ἡμῶν εἰρημένοις, γινωσκέτωσαν ὅτι παραπτώσει καὶ κινδύνῳ οὐ μικρῷ ἑαυτοὺς ἐνδήσουσιν, 2. ἡμεῖς δὲ ἀθῷοι ἐσόμεθα ἀπὸ ταύτης τῆς ἁμαρτίας· καὶ αἰτησόμεθα, ἐκτενῆ τὴν δέησιν καὶ ἱκεσίαν ποιούμενοι, ὅπως τὸν ἀριθμὸν τὸν κατηριθμημένον τῶν ἐκλεκτῶν αὐτοῦ ἐν ὅλῳ τῷ κόσμῳ διαφυλάξῃ ἄθραυστον ὁ δημιουργὸς τῶν ἁπάντων διὰ τοῦ ἠγαπημένου παιδὸς αὐτοῦ Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐκάλεσεν ἡμᾶς ἀπὸ σκότους εἰς φῶς, ἀπὸ ἀγνωσίας εἰς ἐπίγνωσιν δόξης ὀνόματος αὐτοῦ. 3. [Δὸς ἡμῖν, Κύριε], ἐλπίζειν ἐπὶ τὸ ἀρχέγονον πάσης κτίσεως ὄνομά σου, ἀνοίξας τοὺς ὀφθαλμοὺς τῆς καρδίας ἡμῶν εἰς τὸ γινώσκειν σε, τὸν μόνον ὕψιστον ἐν ὑψηλοῖς, ἅγιον ἐν ἁγίοις ἀναπαυόμενον, τὸν ταπεινοῦντα ὕβριν ὑπερηφάνων, τὸν διαλύοντα λογισμοὺς ἐθνῶν, τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ τοὺς ὑψηλοὺς ταπεινοῦντα, τὸν πλουτίζοντα καὶ πτωχίζοντα, τὸν ἀποκτείνοντα καὶ ζῆν ποιοῦντα, μόνον εὐεργέτην πνευμάτων καὶ Θεὸν πάσης σαρκός, τὸν ἐπιβλέποντα ἐν ταῖς ἀβύσσοις, τὸν ἐπόπτην ἀνθρωπίνων ἔργων, τὸν τῶν κινδυνευόντων βοηθόν, τὸν τῶν ἀπηλπισμένων σωτῆρα, τὸν παντὸς πνεύματος κτίστην καὶ ἐπίσκοπον, τὸν πληθύνοντα ἔθνη ἐπὶ γῆς καὶ ἐκ πάντων ἐκλεξάμενον τοὺς ἀγαπῶντάς σε διὰ Ἰησοῦ Χριστοῦ τοῦ ἠγαπημένου παιδός σου, δι᾽ οὗ ἡμᾶς ἐπαίδευσας, ἡγίασας, ἐτίμησας. 4. Ἀξιοῦμέν σε, δέσποτα, βοηθὸν γενέσθαι καὶ ἀντιλήπτορα ἡμῶν. τοὺς ἐν θλίψει ἡμῶν σῶσον· τοὺς ταπεινοὺς ἐλέησον· τοὺς πεπτωκότας ἔγειρον· τοῖς δεομένοις ἐπιφάνηθι· τοὺς ἀσεβεῖς ἴασαι· τοὺς πλανωμένους τοῦ λαοῦ σου ἐπίστρεψον· χόρτασον τοὺς πεινῶντας· λύτρωσαι τοὺς δεσμίους ἡμῶν· ἐξανάστησον τοὺς ἀσθενοῦντας· παρακάλεσον τοὺς ὀλιγοψυχοῦντας· γνώτωσαν ἅπαντα τὰ ἔθνη, ὅτι σὺ εἶ ὁ Θεὸς μόνος, καὶ Ἰησοῦς Χριστὸς ὁ παῖς σου, καὶ ἡμεῖς λαός σου καὶ πρόβατα τῆς νομῆς σου. (178341)