1 Clement 58
1Let us, therefore, flee from the warning threats pronounced by Wisdom on the disobedient, and yield submission to His all-holy and glorious name, that we may stay our trust upon the most hallowed name of His majesty. Receive our counsel, and you shall be without repentance. For, as God lives, and as the Lord Jesus Christ and the Holy Ghost live — both the faith and hope of the elect, he who in lowliness of mind, with instant gentleness, and without repentance has observed the ordinances and appointments given by God— the same shall obtain a place and name in the number of those who are being saved through Jesus Christ, through whom is glory to Him for ever and ever. Amen.
Ὑπακούσωμεν οὖν τῷ παναγίῳ καὶ ἐνδόξῳ ὀνόματι αὐτοῦ, φυγόντες τὰς προειρημένας διὰ τῆς σοφίας τοῖς ἀπειθοῦσιν ἀπειλάς, ἵνα κατασκηνώσωμεν πεποιθότες ἐπὶ τὸ ὁσιώτατον τῆς μεγαλωσύνης αὐτοῦ ὄνομα. 2. δέξασθε τὴν συμβουλὴν ἡμῶν, καὶ ἔσται ἀμεταμέλητα ὑμῖν. ζῇ γὰρ ὁ Θεὸς καὶ ζῇ ὁ Κύριος Ἰησοῦς Χριστὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, ἥ τε πίστις καὶ ἡ ἐλπὶς τῶν ἐκλεκτῶν, ὅτι ὁ ποιήσας ἐν ταπεινοφροσύνῃ μετ᾽ ἐκτενοῦς ἐπιεικείας ἀμεταμελήτως τὰ ὑπὸ τοῦ Θεοῦ δεδομένα δικαιώματα καὶ προστάγματα, οὗτος ἐντεταγμένος καὶ ἐλλόγιμος ἔσται εἰς τὸν ἀριθμὸν τῶν σωζομένων διὰ Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ ἐστὶν αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. (64649)